Agesilaus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ἐπεὶ δὲ ἡμῖν οἱ πολέμιοι τὴν ἀσφάλειαν αὐτοὶ διὰ τῶν χειρῶν παρεσκευάκασι, τοσαύτην ὀρυξάμενοι τάφρον, ἧς τὸ μὲν ἐξειργασμένον ἐκείνοις ἐμποδών ἐστι τοῦ πλήθους, τὸ δὲ διαλεῖπον ἡμῖν δίδωσιν ἴσῳ καὶ δικαίῳ μέτρῳ διαμάχεσθαι πρὸς αὐτούς, φέρε νῦν, προθυμηθεὶς ἀνὴρ ἀγαθὸς γενέσθαι καὶ μεθʼ ἡμῶν ἐπισπόμενος δρόμῳ σῶζε σεαυτὸν ἅμα καὶ τὴν στρατιάν.

ἡμᾶς γὰρ οἱ μὲν κατὰ στόμα τῶν πολεμίων οὐχ ὑπομενοῦσιν, οἱ δὲ ἄλλοι διὰ τὴν τάφρον οὐ βλάψουσιν. ἐθαύμασεν οὖν ὁ Νεκτάναβις τοῦ Ἀγησιλάου τὴν δεινότητα, καὶ δοὺς ἑαυτὸν εἰς μέσα τὰ τῶν Ἑλλήνων ὅπλα καὶ προσπεσὼν ἐτρέψατο ῥᾳδίως τοὺς ἀντιστάντας. ὡς δὲ ἅπαξ ἔλαβε πειθόμενον αὑτῷ τὸν Νεκτάναβιν ὁ Ἀγησίλαος, αὖθις ἐπῆγε τὸ αὐτὸ στρατήγημα καθάπερ πάλαισμα τοῖς πολεμίοις.

τὰ μὲν γὰρ ὑποφεύγων καὶ ὑπάγων, τὰ δὲ ἀντιπεριχωρῶν, ἐμβάλλει τὸ πλῆθος αὐτῶν εἰς τόπον ἔχοντα διώρυχα βαθεῖαν ἐξ ἑκατέρας πλευρᾶς παραρρέουσαν, ὧν τὸ μέσον ἐμφράξας καὶ καταλαβὼν τῷ μετώπῳ τῆς φάλαγγος ἐξίσωσε πρὸς τοὺς μαχομένους τῶν πολεμίων τὸ πλῆθος, οὐκ ἔχοντας περιδρομὴν καὶ κύκλωσιν. ὅθεν οὐ πολὺν χρόνον ἀντιστάντες ἐτράποντο· καὶ πολλοὶ μὲν ἀνῃρέθησαν, οἱ δὲ φεύγοντες ἐσκεδάσθησαν καὶ διερρύησαν.