Agesilaus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
οὐ μέντοι τήν γε δύναμιν καὶ τήν δόξαν ἐδυνήθη τῆς πόλεως ἀναλαβεῖν ἐκ τοῦ πταίσματος, ἀλλʼ ὥσπερ σώματος ὑγιεινοῦ, λίαν δὲ ἀκριβεῖ καὶ κατησκημένῃ κεχρημένου διαίτῃ παρὰ πάντα τὸν χρόνον, ἁμαρτία μία καὶ ῥοπὴ τήν πᾶσαν ἔκλινεν εὐτυχίαν τῆς πόλεως· οὐκ ἀλόγως. πρὸς γὰρ εἰρήνην καὶ ἀρετὴν καὶ ὁμόνοιαν ἄριστα συντεταγμένῳ· πολιτεύματι προσαγαγόντες ἀρχὰς καὶ δυναστείας βιαίους, ὧν οὐδενὸς ἡγεῖτο δεῖσθαι πόλιν εὐδαιμόνως βιωσομένην ὁ Λυκοῦργος, ἐσφάλησαν.
αὐτὸς μὲν οὖν ὁ Ἀγησίλαος ἤδη πρὸς τάς στρατείας ἀπειρήκει διὰ τὸ γῆρας, Ἀρχίδαμος δὲ ὁ υἱὸς αὐτοῦ, τήν ἐκ Σικελίας ἥκουσαν παρὰ τοῦ τυράννου βοήθειαν ἔχων, ἐνίκησεν Ἀρκάδας τήν λεγομένην ἄδακρυν μάχην οὐδεὶς γὰρ ἔπεσε τῶν μετʼ αὐτοῦ, συχνοὺς δὲ τῶν ἐναντίων ἀνεῖλεν. αὕτη μάλιστα τήν ἀσθένειαν ἤλεγξεν ἡ νίκη τῆς πόλεως.
πρότερον μὲν γὰρ οὕτω σύνηθες ἡγοῦντο καὶ προσῆκον ἔργον αὐτοῖς εἶναι τὸ νικᾶν τοὺς πολεμίους, ὥστε μήτε θύειν τοῖς θεοῖς πλὴν ἀλεκτρυόνα νικητήριον ἐν τῇ πόλει, μήτε μεγαληγορεῖν τοὺς ἀγωνισαμένους, μήτε ὑπερχαίρειν τοὺς πυνθανομένους, ἀλλὰ καὶ τῆς ἐν Μαντινείᾳ μάχης γενομένης, ἣν Θουκυδίδης γέγραφε, τῷ πρώτῳ φράσαντι τήν νίκην οἱ ἄρχοντες ἐκ φιδιτίου κρέας
τότε δὲ τῆς μάχης ἀγγελθείσης καὶ τοῦ Ἀρχιδάμου