Agesilaus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ἐφʼ οὓς βουλομένων εὐθὺς ὠθεῖσθαι τῶν Λακεδαιμονίων, φοβηθεὶς τὸν νεωτερισμὸν ὁ Ἀγησίλαος ἐκέλευσε τοὺς μὲν ἄλλους ἡσυχίαν ἄγειν, αὐτὸς δὲ ἐν ἱματίῳ καὶ μεθʼ ἑνὸς οἰκέτου προσῄει, βοῶν ἄλλως ἀκηκοέναι τοῦ προστάγματος αὐτούς· οὐ γὰρ ἐνταῦθα κελεῦσαι συνελθεῖν οὐδὲ πάντας, ἀλλὰ τοὺς μὲν ἐκεῖ ʽδείξας ἕτερον τόπον, τοὺς δὲ ἀλλαχόσε τῆς πόλεως.

οἱ δὲ ἀκούσαντες ἥσθησαν οἰόμενοι λανθάνειν, καὶ διαστάντες ἐπὶ τοὺς τόπους οὓς ἐκεῖνος ἐκέλευσεν ἀπεχώρουν. ὁ δὲ τὸ μὲν Ἰσσώριον εὐθὺς μεταπεμψάμενος ἑτέρους κατέσχε, τῶν δὲ συστάντων ἐκείνων περὶ

p.90
πεντεκαίδεκά τινας συλλαβὼν νυκτὸς ἀπέκτεινεν.

ἄλλη δὲ μείζων ἐμηνύθη συνωμοσία καὶ σύνοδος ἀνδρῶν Σπαρτιατῶν ἐπὶ πράγμασι νεωτέροις εἰς οἰκίαν κρύφα συνερχομένων, οὓς καὶ κρίνειν ἄπορον ἦν ἐν ταραχῇ τοσαύτῃ καὶ περιορᾶν ἐπιβουλεύοντας. ἀπέκτεινεν οὖν καὶ τούτους μετὰ τῶν ἐφόρων βουλευσάμενος ὁ Ἀγησίλαος ἀκρίτους, οὐδενὸς δίχα δίκης τεθανατωμένου πρότερον Σπαρτιατῶν.

ἐπεὶ δὲ πολλοὶ τῶν συντεταγμένων[*](συντεταγμένων with S: τεταγμένων.) εἰς τὰ ὅπλα περιοίκων καὶ εἱλώτων ἀπεδίδρασκον ἐκ τῆς πόλεως πρὸς τοὺς πολεμίους, καὶ τοῦτο πλείστην ἀθυμίαν παρεῖχεν, ἐδίδαξε τοὺς ὑπηρέτας περὶ ὄρθρον ἐπιφοιτᾶν ταῖς στιβάσι καὶ τὰ ὅπλα τῶν ἀποκεχωρηκότων λαμβάνειν καὶ ἀποκρύπτειν, ὅπως ἀγνοῆται τὸ πλῆθος.

ἀναχωρῆσαι δὲ τοὺς Θηβαίους ἐκ τῆς Λακωνικῆς οἱ μὲν ἄλλοι λέγουσι χειμώνων γενομένων καὶ τῶν Ἀρκάδων ἀρξαμένων ἀπιέναι καὶ διαρρεῖν ἀτάκτως, οἱ δὲ τρεῖς μῆνας ἐμμεμενηκότας ὅλους καὶ τὰ πλεῖστα τῆς χώρας διαπεπορθηκότας· Θεόπομπος δέ φησιν, ἤδη τῶν βοιωταρχῶν ἐγνωκότων ἀπαίρειν, ἀφικέσθαι πρὸς αὐτοὺς Φρίξον, ἄνδρα Σπαρτιάτην, παρὰ Ἀγησιλάου δέκα τάλαντα κομίζοντα τῆς ἀναχωρήσεως μισθόν, ὥστε τὰ πάλαι δεδογμένα πράττουσιν αὐτοῖς ἐφόδιον παρὰ τῶν πολεμίων προσπεριγενέσθαι.