Agesilaus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

παραπλησίως δὲ καὶ πρός τὸν Ἀργεῖον ἀπεκρίνατο τῶν ἀσημοτέρων τις Σπαρτιατῶν· ὁ μὲν γὰρ εἶπε· πολλοὶ ὑμῶν ἐν τῇ Ἀργολίδι κεῖνται ὁ δὲ ἀπήντησεν ὑμῶν δέ γε οὐδεὶς ἐν τῇ Λακωνικῇ.

τότε μέντοι τὸν Ἀνταλκίδαν φασὶν ἔφορον ὄντα τοὺς παῖδας εἰς Κύθηρα ὑπεκθέσθαι, περίφοβον γενόμενον. ὁ δὲ Ἀγησίλαος,

p.88
ἐπιχειρούντων διαβαίνειν τὸν ποταμὸν τῶν πολεμίων καὶ βιάζεσθαι πρὸς τὴν πόλιν, ἐκλιπὼν τὰ λοιπὰ παρετάξατο πρὸ τῶν μέσων καὶ ὑψηλῶν.

ἐρρύη δὲ πλεῖστος ἑαυτοῦ καὶ μέγιστος τότε ὁ Εὐρώτας, χιόνων γενομένων, καὶ τὸ ῥεῦμα μᾶλλον ὑπὸ ψυχρότητος ἢ τραχύτητος ἐγένετο σκληρὸν καὶ χαλεπὸν τοῖς Θηβαίοις. πορευόμενον δὲ πρῶτον τῆς φάλαγγος τὸν Ἐπαμεινώνδαν ἐδείκνυσάν τινες τῷ Ἀγησιλάῳ· κἀκεῖνος, ὡς λέγεται, πολὺν χρόνον ἐμβλέψας αὐτῷ καὶ συμπαραπέμψας τὴν ὄψιν οὐδὲν ἢ τοσοῦτον μόνον εἶπεν ὢ τοῦ μεγαλοπράγμονος ἀνθρώπου.

ἐπεὶ δὲ φιλοτιμούμενος ὁ Ἐπαμεινώνδας ἐν τῇ πόλει μάχην συνάψαι καὶ στῆσαι τρόπαιον οὐκ ἴσχυσεν ἐξαγαγεῖν οὐδὲ προκαλέσασθαι τὸν Ἀγησίλαον, ἐκεῖνος μὲν ἀναζεύξας πάλιν ἐπόρθει τὴν χώραν, ἐν δὲ Λακεδαίμονι τῶν πάλαι τινὲς ὑπούλων καὶ πονηρῶν ὡς διακόσιοι συστραφέντες κατελάβοντο τὸ Ἰσσώριον, οὗ τὸ τῆς Ἀρτέμιδος ἱερόν ἐστιν,

paris.1624.614
εὐερκῆ καὶ δυσεκβίαστον τόπον.

ἐφʼ οὓς βουλομένων εὐθὺς ὠθεῖσθαι τῶν Λακεδαιμονίων, φοβηθεὶς τὸν νεωτερισμὸν ὁ Ἀγησίλαος ἐκέλευσε τοὺς μὲν ἄλλους ἡσυχίαν ἄγειν, αὐτὸς δὲ ἐν ἱματίῳ καὶ μεθʼ ἑνὸς οἰκέτου προσῄει, βοῶν ἄλλως ἀκηκοέναι τοῦ προστάγματος αὐτούς· οὐ γὰρ ἐνταῦθα κελεῦσαι συνελθεῖν οὐδὲ πάντας, ἀλλὰ τοὺς μὲν ἐκεῖ ʽδείξας ἕτερον τόπον, τοὺς δὲ ἀλλαχόσε τῆς πόλεως.