Agesilaus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
ἦν μὲν δὴ χρόνος οὐκ ἐλάττων ἐτῶν ἑξακοσίων ἀφʼ οὗ κατῴκουν τὴν Λακεδαίμονα Δωριεῖς· ἐν δὲ τούτῳ παντὶ τότε πρῶτον ὤφθησαν ἐν τῇ χώρᾳ πολέμιοι, πρότερον δὲ οὐδεὶς ἐτόλμησεν ἀλλὰ ἀδῄωτον καὶ ἄθικτον οὖσαν ἐμβαλόντες ἐπυρπόλουν καὶ διήρπαζον ἄχρι τοῦ ποταμοῦ καὶ τῆς πόλεως, μηδενὸς ἐπεξιόντος.
γὰρ Ἀγησίλαος
οὐχ ἧττον δὲ τούτων ἐλύπουν τὸν Ἀγησίλαον οἱ κατὰ τὴν πόλιν θόρυβοι καὶ κραυγαὶ καὶ διαδρομαὶ τῶν τε πρεσβυτέρων δυσανασχετούντων τὰ γινόμενα καὶ τῶν γυναικῶν οὐ δυναμένων ἡσυχάζειν, ἀλλὰ παντάπασιν ἐκφρόνων οὐσῶν πρός τε τὴν κραυγὴν καὶ τὸ πῦρ τῶν πολεμίων.
ἠνία δὲ καὶ τὸ τῆς δόξης αὐτόν, ὅτι τὴν πόλιν μεγίστην παραλαβὼν καὶ δυνατωτάτην, ἑώρα συνεσταλμένον αὐτῆς τὸ ἀξίωμα καὶ τὸ αὔχημα κεκολουμένον, ᾧ καὶ αὐτὸς ἐχρήσατο πολλάκις, εἰπὼν ὅτι γυνὴ Λάκαινα καπνὸν οὐχ ἑώρακε πολέμιον, λέγεται δὲ καὶ Ἀνταλκίδας, Ἀθηναίου τινὸς ἀμφισβητοῦντος ὑπὲρ ἀνδρείας πρός αὐτὸν καὶ εἰπόντος, ἡμεῖς μέντοι πολλάκις ὑμᾶς ἀπὸ τοῦ Κηφισοῦ ἐδιώξαμεν, ὑποτυχεῖν, ἀλλʼ Ἡμεῖς γε οὐδέποτε ὑμᾶς ἀπὸ τοῦ Εὐρώτα.
παραπλησίως δὲ καὶ πρός τὸν Ἀργεῖον ἀπεκρίνατο τῶν ἀσημοτέρων τις Σπαρτιατῶν· ὁ μὲν γὰρ εἶπε· πολλοὶ ὑμῶν ἐν τῇ Ἀργολίδι κεῖνται ὁ δὲ ἀπήντησεν ὑμῶν δέ γε οὐδεὶς ἐν τῇ Λακωνικῇ.
τότε μέντοι τὸν Ἀνταλκίδαν φασὶν ἔφορον ὄντα τοὺς παῖδας εἰς Κύθηρα ὑπεκθέσθαι, περίφοβον γενόμενον. ὁ δὲ Ἀγησίλαος,