Agesilaus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

οὗτος οὐκ ἔφη θεμιτὸν εἶναι χωλὸν γενέσθαι τῆς Λακεδαίμονος βασιλέα, καὶ χρησμὸν ἐν τῇ δίκῃ; τοιοῦτον ἀνεγίνωσκε·

  1. φράζεο δή, Σπάρτη, καίπερ μεγάλαυχος ἐοῦσα,
  2. μὴ σέθεν ἀρτίποδος βλάστῃ χωλὴ βασιλεία
    p.8
  3. δηρὸν γὰρ νοῦσοί σε κατασχήσουσιν ἄελπτοι
  4. φθισιβρότου τʼ ἐπὶ κῦμα κυλινδόμενον πολέμοιο.

πρὸς ταῦτα Λύσανδρος ἔλεγεν ὡς, εἰ πάνυ φοβοῖντο τὸν χρησμὸν οἱ Σπαρτιᾶται, φυλακτέον αὐτοῖς εἴη τὸν Λεωτυχίδην οὐ γὰρ εἰ προσπταίσας τις τὸν πόδα βασιλεύοι, τῷ θεῷ διαφέρειν, ἀλλʼ εἰ μὴ γνήσιος ὢν μηδὲ Ἡρακλείδης, τοῦτο τὴν χωλὴν εἶναι βασιλείαν. ὁ δὲ Ἀγησίλαος ἔφη καὶ τὸν Ποσειδῶ καταμαρτυρεῖν τοῦ Λεωτυχίδου τὴν νοθείαν, ἐκβαλόντα σεισμῷ τοῦ θαλάμου τὸν Ἆγιν ἀπʼ ἐκείνου δὲ πλέον ἢ δέκα μηνῶν διελθόντων γενέσθαι τὸν Λεωτυχίδην.

οὕτω δὲ καὶ διὰ ταῦτα βασιλεὺς ἀποδειχθεὶς ὁ Ἀγησίλαος εὐθὺς εἶχε καὶ τὰ χρήματα τοῦ Ἄγιδος, ὡς νόθον ἀπελάσας τὸν Λεωτυχίδην. ὁρῶν δέ τοὺς ἀπὸ μητρὸς οἰκείους ἐπιεικεῖς μὲν ὄντας, ἰσχυρῶς δέ πενομένους, ἀπένειμεν αὐτοῖς τὰ ἡμίσεα τῶν χρημάτων, εὔνοιαν ἑαυτῷ καὶ δόξαν ἀντὶ φθόνου καὶ δυσμενείας ἐπὶ τῇ κληρονομίᾳ κατασκευαζόμενος. ὃ δέ φησιν ὁ Ξενοφῶν, ὅτι πάντα τῇ πατρίδι πειθόμενος ἴσχυε πλεῖστον, ὥστε ποιεῖν ὃ βούλοιτο, τοιοῦτόν ἐστι.