Agesilaus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

οἱ δὲ ἔφοροι, καίπερ εὐθὺς ὄντος καταφανοῦς ὅτι διέφθαρται τὰ πράγματα καὶ τὴν ἀρχὴν ἀπολωλέκασιν, οὔτε χορὸν ἐξελθεῖν εἴασαν οὔτε τὸ σχῆμα τῆς ἑορτῆς μεταβαλεῖν τὴν πόλιν, ἀλλὰ κατʼ οἰκίαν τῶν τεθνεώτων τοῖς προσήκουσι τὰ ὀνόματα πέμψαντες, αὐτοὶ τὰ περὶ τὴν θέαν καὶ τὸν ἀγῶνα τῶν χορῶν ἔπραττον.

ἅμα δὲ ἡμέρᾳ φανερῶν ἤδη γεγονότων πᾶσι τῶν σωζομένων καὶ τῶν τεθνεώτων, οἱ μὲν τῶν τεθνεώτων πατέρες καὶ κηδεσταὶ καὶ οἰκεῖοι καταβαίνοντες εἰς ἀγορὰν ἀλλήλους ἐδεξιοῦντο λιπαροὶ τὰ πρόσωπα, φρονήματος μεστοὶ καὶ γήθους, οἱ δὲ τῶν σωζομένων, ὥσπερ ἐπὶ

p.82
πένθει, μετὰ τῶν γυναικῶν οἴκοι διέτριβον, εἰ δέ τις ὑπʼ ἀνάγκης προέλθοι, καὶ σχήματι καὶ φωνῇ καὶ βλέμματι ταπεινὸς ἐφαίνετο καὶ συνεσταλμένος.

ἔτι δὲ μᾶλλον τῶν γυναικῶν ἰδεῖν ἦν καὶ πυθέσθαι τὴν μὲν ζῶντα προσδεχομένην υἱὸν ἀπὸ τῆς μάχης κατηφῆ καὶ σιωπηλήν, τὰς δὲ τῶν πεπτωκέναι λεγομένων ἔν τε τοῖς ἱεροῖς εὐθὺς ἀναστρεφομένας, καὶ πρὸς ἀλλήλας ἱλαρῶς καὶ φιλοτίμως βαδιζούσας.

οὐ μὴν ἀλλὰ τοῖς πολλοῖς, ὡς ἀφίσταντο μὲν οἱ σύμμαχοι, προσεδοκᾶτο δὲ νενικηκὼς Ἐπαμεινώνδας καὶ μεγαλοφρονῶν ἐμβαλεῖν εἰς Πελοπόννησον, ἔννοια τῶν χρησμῶν ἐνέπεσε τότε, πρὸς τὴν χωλότητα τοῦ Ἀγησιλάου, καὶ δυσθυμία πολλὴ καὶ πτοία πρὸς τὸ θεῖον, ὡς διὰ τοῦτο πραττούσης κακῶς τῆς πόλεως, ὅτι τὸν ἀρτίποδα τῆς βασιλείας ἐκβαλόντες εἵλοντο χωλὸν καὶ πεπηρωμένον· ὃ παντὸς μᾶλλον αὐτοὺς ἐδίδασκε φράζεσθαι καὶ φυλάττεσθαι τὸ δαιμόνιον.

διὰ δὲ τὴν ἄλλην δύναμιν αὐτοῦ καὶ ἀρετὴν καὶ δόξαν οὐ μόνον ἐχρῶντο βασιλεῖ καὶ στρατηγῷ τῶν κατὰ πόλεμον, ἀλλὰ καὶ τῶν πολιτικῶν ἀποριῶν ἰατρῷ καὶ διαιτητῇ, τοῖς ἐν τῇ μάχῃ καταδειλιάσασιν, οὓς αὐτοὶ τρέσαντας ὀνομάζουσιν, ὀκνοῦντες τὰς ἐκ τῶν νόμων ἀτιμίας προσάγειν, πολλοῖς οὖσι καὶ δυνατοῖς, φοβούμενοι νεωτερισμὸν ἀπʼ αὐτῶν.

οὐ γὰρ μόνον ἀρχῆς ἀπείργονται πάσης, ἀλλὰ καὶ δοῦναί τινι τούτων γυναῖκα καὶ λαβεῖν ἄδοξόν ἐστι· παίει δὲ ὁ βουλόμενος αὐτοὺς τῶν ἐντυγχανόντων. οἱ

p.84
δὲ καρτεροῦσι περιϊόντες αὐχμηροὶ καὶ ταπεινοί, τρίβωνάς τε προσερραμμένους χρώματος βαπτοῦ φοροῦσι, καὶ ξυρῶνται μέρος τῆς ὑπήνης, μέρος δὲ τρέφουσι.

δεινὸν οὖν ἦν τοιούτους ἐν τῇ πόλει περιορᾶν πολλοὺς οὐκ ὀλίγων δεομένῃ στρατιωτῶν, καὶ νομοθέτην αἱροῦνται τὸν Ἀγησίλαον. ὁ δὲ μήτε προσθείς τι μήτε ἀφελὼν μήτε μεταγράψας εἰσῆλθεν εἰς τὸ πλῆθος τῶν Λακεδαιμονίων καὶ φήσας ὅτι τούς νόμους δεῖ σήμερον

paris.1624.613
ἐᾶν καθεύδειν, ἐκ δὲ τῆς σήμερον ἡμέρας κυρίους εἶναι πρὸς τὸ λοιπόν, ἅμα τούς τε νόμους τῇ πόλει καὶ τούς ἄνδρας ἐπιτίμους ἐφύλαξε.