Agesilaus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

οὐ γὰρ ἔγωγε συμφέρομαι τῷ Κορινθίῳ Δημαράτῳ μεγάλης ἡδονῆς ἀπολελεῖφθαι φήσαντι τοὺς μὴ θεασαμένους Ἕλληνας Ἀλέξανδρον ἐν τῷ Δαρείου θρόνῳ καθήμενον, ἀλλʼ εἰκότως ἄν οἶμαι

p.40
δακρῦσαι, συννοήσαντας ὅτι ταῦτἈλεξάνδρῳ καὶ Μακεδόσιν ἀπέλιπον οἳ τότε τοὺς τῶν Ἑλλήνων στρατηγοὺς περὶ Λεῦκτρα καὶ Κορώνειαν καὶ Κόρινθον καὶ Ἀρκαδίαν κατανήλωσαν.

Ἀγησιλάῳ μέντοι οὐδὲν κρεῖσσον ἢ μεῖζόν ἐστι τῆς ἀναχωρήσεως ἐκείνης διαπεπραγμένον, οὐδὲ γέγονε παράδειγμα πειθαρχίας καὶ δικαιοσύνης ἕτερον κάλλιον. ὅπου γὰρ Ἀννίβας ἤδη κακῶς πράττων καὶ περιωθούμενος ἐκ τῆς Ἰταλίας μάλα μόλις ὑπήκουσε τοῖς ἐπὶ τὸν οἴκοι πόλεμον καλοῦσιν, Ἀλέξανδρος δὲ καὶ προσεπέσκωψε πυθόμενος τὴν πρὸς Ἆγιν Ἀντιπάτρου μάχην, εἰπών· ἔοικεν, ὦ ἄνδρες, ὅτε Δαρεῖον ἡμεῖς ἐνικῶμεν μὲν ἐνταῦθα, ἐκεῖ τις ἐν Ἀρκαδίᾳ γεγονέναι μυομαχία·