Agesilaus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ὁ δὲ Ἀγησίλαος, ὁρῶν τοὺς σὺν αὐτῷ Σπαρτιάτας ὑπʼ αἰσχύνης κύπτοντας εἰς τὴν γῆν καὶ διαποροῦντας ἀδικούμενον γὰρ ἑώρων τὸν Φαρνάβαζον, ἡμεῖς, εἶπεν, ὦ Φαρνάβαζε, καὶ φίλοι ὄντες πρότερον βασιλέως ἐχρώμεθα τοῖς ἐκείνου πράγμασι φιλικῶς καὶ νῦν πολέμιοι γεγονότες πολεμικῶς. ἓν οὖν καὶ σὲ τῶν βασιλέως κτημάτων ὁρῶντες εἶναι βουλόμενον, εἰκότως διὰ σοῦ βλάπτομεν ἐκεῖνον.

ἀφʼ ἧς δʼ ἂν ἡμέρας σεαυτὸν ἀξιώσῃς Ἑλλήνων φίλον καὶ σύμμαχον μᾶλλον ἢ δοῦλον λέγεσθαι βασιλέως, ταύτην νόμιζε τὴν φάλαγγα καὶ τὰ ὅπλα καὶ τὰς ναῦς καὶ πάντας ἡμᾶς τῶν σῶν κτημάτων φύλακας εἶναι καὶ τῆς ἐλευθερίας, ἧς ἄνευ καλὸν ἀνθρώποις οὐδὲν οὐδὲ ζηλωτόν ἐστιν.

ἐκ τούτου λέγει πρὸς αὐτὸν ὁ Φαρνάβαζος ἣν εἶχε διάνοιαν. ἐγὼ γάρ, εἶπεν, ἐὰν μὲν ἄλλον ἐκπέμψῃ βασιλεὺς στρατηγόν, ἔσομαι

p.34
μεθʼ ὑμῶν, ἐὰν δʼ ἐμοὶ παραδῷ τὴν ἡγεμονίαν, οὐδὲν ἐλλείψω προθυμίας ἀμυνόμενος ὑμᾶς καὶ κακῶς ποιῶν ὑπὲρ ἐκείνου. ταῦτα δʼ ἀκούσας ὁ Ἀγησίλαος ἥσθη, καὶ τῆς δεξιᾶς αὐτοῦ λαβόμενος καὶ συνεξαναστάς, εἴθε, εἶπεν, ὦ Φαρνάβαζε, τοιοῦτος ὢν φίλος ἡμῖν γένοιο μᾶλλον ἢ πολέμιος.

ἀπιόντος δὲ τοῦ Φαρναβάζου μετὰ τῶν φίλων, ὁ υἱὸς ὑπολειφθεὶς προσέδραμε τῷ Ἀγησιλάῳ καί μειδιῶν εἶπεν· ἐγώ σε ξένον, ὦ Ἀγησίλαε, ποιοῦμαι. καί παλτὸν ἔχων ἐν

paris.1624.603
τῇ χειρὶ δίδωσιν αὐτῷ. δεξάμενος οὖν ὁ Ἀγησίλαος καί ἡσθεὶς τῇ τε ὄψει καί τῇ φιλοφροσύνῃ τοῦ παιδός, ἐπεσκόπει τοὺς παρόντας, εἴ τις ἔχοι τι τοιοῦτον οἷον ἀντιδοῦναι καλῷ καί γενναίῳ δῶρον.

ἰδὼν δὲ ἵππον Ἰδαίου[*](Ἰδαίου with S and Xenophon (Hell. iv. 1,39):Ἀδαίου.) τοῦ γραφέως κεκοσμημένον φαλάροις, ταχὺ ταῦτα περισπάσας τῷ μειρακίῳ δίδωσι. καί τὸ λοιπὸν οὐκ ἐπαύετο μεμνημένος, ἀλλὰ καί χρόνῳ περιϊόντι τὸν οἶκον ἀποστερηθέντος αὐτοῦ καί φυγόντος ὑπὸ τῶν ἀδελφῶν εἰς Πελοποννησον, ἰσχυρῶς ἐπεμελεῖτο.

καί τι καί τῶν ἐρωτικῶν αὐτῷ συνέπραξεν. ἠράσθη γὰρ ἀθλητοῦ παιδὸς ἐξ Ἀθηνῶν ἐπεὶ δὲ μέγας ὢν καί σκληρὸς Ὀλυμπίασιν ἐκινδύνευσεν ἐκκριθῆναι, καταφεύγει πρὸς τὸν Ἀγησίλαον ὁ Πέρσης δεόμενος ὑπὲρ τοῦ παιδός· ὁ δὲ καί τοῦτο βουλόμενος αὐτῷ χαρίζεσθαι, μάλα μόλις διεπράξατο σὺν πολλῇ πραγματείᾳ. τἆλλα μὲν γὰρ ἦν ἀκριβὴς καί νόμιμος, ἐν

p.36
δὲ τοῖς φιλικοῖς πρόφασιν ἐνόμιζεν εἶναι τὸ λίαν δίκαιον.

φέρεται γοῦν ἐπιστόλιον αὐτοῦ πρὸς Ἱδριέα τὸν Κᾶρα τοιοῦτο· Νικίας εἰ μὲν μὴ ἀδικεῖ, ἄφες· εἰ δὲ ἀδικεῖ, ἡμῖν ἄφες· πάντως δὲ ἄφες. ἐν μὲν οὖν τοῖς πλείστοις τοιοῦτος ὑπὲρ τῶν φίλων ὁ Ἀγησίλαος· ἔστι δὲ ὅπου πρὸς τὸ συμφέρον ἐχρῆτο τῷ καιρῷ μᾶλλον, ὡς ἐδήλωσεν, ἀναζυγῆς αὐτῷ θορυβωδεστέρας γενομένης, ἀσθενοῦντα καταλιπὼν τὸν ἐρώμενον. ἐκείνου γὰρ δεομένου καί καλοῦντος αὐτὸν ἀπιόντα, μεταστραφεὶς εἶπεν ὡς χαλεπὸν ἐλεεῖν ἅμα καί φρονεῖν. τουτὶ μὲν Ἱερώνυμος ὁ φιλόσοφος ἱστόρηκεν.