Agesilaus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

χωρὶς δὲ τῶν ἐμφανῶν τούτων ἔκνιζεν αὐτὸν οὐ μετρίως ὁ τοῦ παιδὸς ἔρως ἐνεσταγμένος, εἰ καί πάνυ παρόντος αὐτοῦ τῷ φιλονείκῳ χρώμενος ἐπειρᾶτο νεανικῶς ἀπομάχεσθαι πρὸς τὴν ἐπιθυμίαν. καί ποτε τοῦ Μεγαβάτου προσιόντος ὡς ἀσπασομένου καί φιλήσοντος ἐξέκλινεν.

ἐπεὶ δὲ ἐκεῖνος αἰσχυνθεὶς ἐπαύσατο καί τὸ λοιπὸν ἄπωθεν ἤδη προσηγόρευεν, ἀχθόμενος αὖ πάλιν καί μεταμελόμενος τῇ φυγῇ τοῦ φιλήματος, ὁ Ἀγησίλαος προσεποιεῖτο θαυμάζειν ὅ τι δὴ παθὼν αὐτὸν ὁ Μεγαβάτης ἀπὸ στόματος οὐ φιλοφρονοῖτο. σὺ γὰρ αἴτιος. οἱ συνήθεις ἔφασαν, οὐχ ὑποστάς, ἀλλὰ τρέσας τὸ φίλημα τοῦ καλοῦ καί φοβηθείς· ἐπεὶ καί νῦν ἂν ἔλθοι σοι πεισθεὶς ἐκεῖνος ἐντὸς φιλήματος· ἀλλʼ ὅπως αὖθις οὐκ ἀποδειλιάσεις.

χρόνον οὖν τινα πρὸς ἑαυτῷ γενόμενος ὁ Ἀγησίλαος καὶ διασιωπήσας, οὐδέν ἔφη, δεινὸν[*](δεινὸν Reiske’s correction of the δεῖν of the MSS., adopted by both Sintenis and Bekker; Stephanus read δεῖ (there is no need).) πείθειν ὑμᾶς ἐκεῖνον· ἐγὼ γάρ μοι δοκῶ τήναν τὰν μάχαν τὰν περὶ τοῦ φιλάματος ἅδιον ἂν μάχεσθαι πάλιν ἢ πάντα ὅσα τεθέαμαι χρυσία μοι γενέσθαι. τοιοῦτος μὲν ἦν τοῦ Μεγαβάτου παρόντος, ἀπελθόντος γε μὴν οὕτω περικαῶς ἔσχεν ὡς χαλεπὸν εἰπεῖν εἰ πάλιν αὖ μεταβαλομένου καὶ φανέντος ἐνεκαρτέρησε μὴ φιληθῆναι.

p.32

μετὰ ταῦτα Φαρνάβαζος εἰς λόγους αὐτῷ συνελθεῖν ἠθέλησε, καὶ συνῆγεν ἀμφοτέρους ὢν ξένος ὁ Κυζικηνὸς Ἀπολλοφάνης. πρότερος δὲ μετὰ τῶν φίλων ὁ Ἀγησίλαος ἐλθὼν εἰς τὸ χωρίον, ὑπὸ σκιᾷ τινι πόας οὔσης βαθείας καταβαλὼν ἑαυτόν, ἐνταῦθα περιέμενε τὸν Φαρνάβαζον.