Sertorius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

οὐ μὴν ἀπέκαμεν ὁ Σερτώριος, ἀλλὰ τοῖς πρὸς τὸν Ἄσκαλιν διαπολεμοῦσιν ἔγνω βοηθεῖν, ὡς οἱ σὺν αὐτῷ καινήν τινα λαβόντες ἐλπίδων ἀρχὴν καὶ πράξεων ἑτέρων ὑπόθεσιν μὴ διαλυθεῖεν ὑπὸ τῆς ἀπορίας, ἀσμένοις δὲ τοῖς Μαυρουσίοις ἀφικόμενος εἴχετο ἔργου, καὶ καταμαχεσάμενος τὸν Ἄσκαλιν ἐπολιόρκει.

Σύλλα δὲ Πακκιανὸν ἐκπέμψαντος βοηθῆσαι τοῖς περὶ τὸν Ἄσκαλιν μετὰ δυνάμεως, συμβαλὼν ὁ Σερτώριος τὸν μὲν Πακκιανὸν ἀπέκτεινε, τὴν δὲ στρατιὰν κρατήσας

p.24
προσηγάγετο, καὶ τὴν Τίγγιν, εἰς ἣν ὁ Ἄσκαλις συνέφυγε μετὰ τῶν ἀδελφῶν, ἐξεπολιόρκησεν. ἐνταῦθα τὸν Ἀνταῖον οἱ Λίβυες ἱστοροῦσι κεῖσθαι· καὶ τὸν τάφον αὐτοῦ Σερτώριος διέσκαψε τοῖς βαρβάροις ἀπιστῶν διὰ μέγεθος, ἐντυχὼν δὲ τῷ σώματι πηχῶν ἑξήκοντα μῆκος, ὥς φασι, κατεπλάγη, καὶ σφάγιον ἐντεμὼν συνέχωσε τὸ μνῆμα, καὶ τὴν περὶ αὐτοῦ τιμήν τε καὶ φήμην συνηύξησε.