Sertorius
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
ἐπεὶ δὲ Μάριος μὲν ὑπὸ Σύλλα κρατηθεὶς ἔφευγε, Σύλλας δὲ Μιθριδάτῃ πολεμήσων ἀπῆρε, τῶν δὲ ὑπάτων Ὀκτάβιος μὲν ἐπὶ τῆς Σύλλα προαιρέσεως ἔμενε, Κίννας δὲ νεωτερίζων ὑποφερομένην ἀνεκαλεῖτο τὴν Μαρίου στάσιν, τούτῳ προσένειμεν αὑτὸν ὁ Σερτώριος, ἄλλως τε καὶ τὸν Ὀκτάβιον ὁρῶν αὑτὸν μὲν ἀμβλύτερον ὄντα, τοῖς δὲ Μαρίου φίλοις ἀπιστοῦντα.
γενομένης δὲ τοῖς ὑπάτοις
p.12
ἐν ἀγορᾷ μάχης μεγάλης Ὀκτάβιος μὲν ἐκράτησε, Κίννας δὲ καὶ Σερτώριος οὐ πολλῷ ἐλάττους τῶν μυρίων ἀποβαλόντες ἔφυγον καὶ τῶν περὶ τὴν Ἰταλίαν ἔτι διεσπαρμένων στρατοπέδων προσαγόμενοι τὰ πλεῖστα πειθοῖ ταχὺ κατέστησαν ἀξιόμαχοι τοῖς περὶ τὸν Ὀκτάβιον.