Eumenes

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

τοῦ δὲ Μενάνδρου ταχὺ συμφρονήσαντος τὸν κίνδυνον καὶ ἀνασκευασαμένου, κατασκόπους ἔπεμπεν ὁ Εὐμενὴς φανερῶς, καὶ

paris.1624.589
παρήγγειλε τοῖς στρατιώταις ὁπλίζεσθαι καὶ τοὺς ἵππους ἐγχαλινοῦν ὡς προσάξων τοῖς πολεμίοις. τῶν δὲ κατασκόπων ἀπαγγειλάντων ὅτι παντάπασιν ὁ Μένανδρος ἄληπτος εἴη καταπεφευγὼς εἰς τόπους χαλεπούς, ἄχθεσθαι προσποιούμενος ὁ Εὐμενὴς ἀπῆγε τὴν στρατιάν.

λέγεται δέ, τοῦ Μενάνδρου ταῦτα μαρτυρήσαντος πρὸς τὸν Ἀντίγονον, καὶ τῶν Μακεδόνων

p.108
ἐπαινούντων τὸν Εὐμενῆ καὶ φιλανθρωπότερον διατεθέντων, ὅτι καὶ παῖδας αὐτῶν ἀνδραποδίσασθαι καὶ γυναῖκας αἰσχῦναι παρόν ἐφείσατο καὶ παρῆκεν, ἄλλʼ ἐκεῖνός γε, φάναι τὸν Ἀντίγονον, οὐχ ὑμῶν, ὦ μακάριοι, κηδόμενος παρῆκεν, ἀλλʼ αὑτῷ φεύγοντι δεδιὼς περιθεῖναι πέδας τοσαύτας.

ἐκ τούτου πλανώμενος ὁ Εὐμενὴς καὶ ὑποφεύγων ἔπεισε τοὺς πολλοὺς τῶν στρατιωτῶν ἀπελθεῖν, εἴτε κηδόμενος αὐτῶν εἴτε ἐφέλκεσθαι μή βουλόμενος ἐλάττονας μὲν τοῦ μάχεσθαι, πλείονας δὲ τοῦ λανθάνειν ὄντας, καταφυγὼν δὲ εἰς Νῶρα, χωρίον ἐν μεθορίῳ Λυκαονίας καὶ Καππαδοκίας, μετὰ πεντακοσίων ἱππέων καὶ διακοσίων ὁπλιτῶν, κἀντεῦθεν αὖθις, ὅσοι τῶν φίλων ἐδεήθησαν ἀφεθῆναι τοῦ χωρίου τὴν χαλεπότητα καὶ τῆς διαίτης τὴν ἀνάγκην οὐ φέροντες, πάντας ἀσπασάμενος καὶ φιλοφρονηθεὶς ἀπέπεμψεν.

ὡς δὲ ἐπελθὼν ὁ Ἀντίγονος εἰς λόγους αὐτόν ἐκάλει πρὸ τῆς πολιορκίας, ἀπεκρίνατο πολλοὺς εἶναι τοὺς Ἀντιγόνου φίλους καὶ μετὰ Ἀντίγονον ἡγεμόνας, ὧν δὲ αὐτὸς προπολεμεῖ μηδένα λείπεσθαι μετʼ αὐτόν· ὁμήρους δὲ πέμπειν ἐκέλευσεν, εἰ χρῄζει διὰ λόγων αὐτῷ γενέσθαι, τοῦ δὲ Ἀντιγόνου κελεύοντος ὡς κρείττονι λαλεῖν, οὐδένα, εἶπεν, ἐμαυτοῦ κρείττονα νομίζω, μέχρι ἂν ὦ τοῦ ξίφους κύριος.

ὅμως δὲ πέμψαντος τοῦ Ἀντιγόνου τὸν ἀδελφιδοῦν

p.110
Πτολεμαῖον εἰς τὸ χωρίον, ὥσπερ ἠξίωσεν ὁ Εὐμενής, κατέβη, καὶ περιβαλόντες ἀλλήλους ἠσπάσαντο φιλικῶς καὶ οἰκείως, ἅτε δὴ ἀλλήλοις κεχρημένοι πολλὰ καὶ συνήθεις γεγονότες. λόγων δὲ γενομένων πολλῶν καὶ τοῦ Εὐμενοῦς οὐχ ὑπὲρ ἀσφαλείας μεμνημένου καὶ διαλύσεως, ἀλλὰ καὶ τὰς σατραπείας ἀξιοῦντος αὑτῷ βεβαιοῦσθαι καὶ τὰς δωρεὰς ἀποδίδοσθαι, θαῦμα τοὺς παρόντας εἶχε τὸ φρόνημα καὶ τὴν εὐτολμίαν ἀγαμένους.