Eumenes

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἐπεὶ δὲ Εὐμένης τοῖς βασιλικοῖς ἱπποφορβίοις περὶ τὴν Ἴδην νεμομένοις ἐπιτυχὼν καί λαβὼν ἵππους ὅσων ἔχρῃζε τοῖς ἐπιμεληταῖς τὴν γραφὴν ἔπεμψε, λέγεται γελάσαι τὸν Ἀντίπατρον καί εἰπεῖν ὅτι θαυμάζει τὸν Εὐμενῆ τῆς προνοίας, ἐλπίζοντα λόγον αὐτοῖς ἀποδώσειν τῶν βασιλικῶν ἢ λήψεσθαι παρʼ αὐτῶν.

περὶ δὲ τὰς Σάρδεις ἐβούλετο μὲν ἱπποκρατῶν ὁ Εὐμένης τοῖς Λυδοῖς ἐναγωνίσασθαι πεδίοις, ἅμα καί τῇ Κλεοπάτρᾳ

paris.1624.588
τὴν δύναμιν ἐπιδεῖξαι φιλοτιμούμενος· αὐτῆς δὲ ἐκείνης δεηθείσης ἐφοβεῖτο γὰρ αἰτίαν τινὰ λαβεῖν ὑπὸ τῶν Περὶ τὸν Ἀντίπατρον ἐξήλασεν εἰς τὴν ἄνω Φρυγίαν καί διεχείμαζεν ἐν Κελαιναῖς· ὅπου τῶν μὲν περὶ τὸν Ἀλκέταν καί Πολέμωνα καί Δόκιμον ὑπὲρ ἡγεμονίας διαφιλοτιμουμένων πρὸς αὐτόν, τοῦτο ἦν, ἔφη, τὸ λεγόμενον, ὀλέθρου δὲ οὐθεὶς λόγος.

τοῖς δὲ στρατιώταις ὑποσχόμενος ἐν τρισὶν ἡμέραις τὸν μισθὸν ἀποδώσειν ἐπίπρασκεν ἐν αὐτοῖς τὰς κατὰ τὴν χώραν ἐπαύλεις καί τετραπυργίας σωμάτων καί βοσκημάτων γεμούσας. ὁ δὲ πριάμενος ἡγεμὼν τάγματος ἢ ξεναγός ὄργανα καί μηχανὰς τοῦ Εὐμένους παρέχοντος ἐξεπολιόρκει· καί πρὸς τὸν ὀφειλόμενον μισθὸν οἱ στρατιῶται διενέμοντο τῶν ἁλισκομένων ἕκαστον.

ἐκ δὴ τούτου πάλιν ὁ Εὐμένης ἠγαπᾶτο καί ποτε γραμμάτων ἐν τῷ στρατοπέδῳ φανέντων ἃ διέρριψαν οἱ τῶν

p.104
πολεμίων ἡγεμόνες, ἑκατὸν τάλαντα καί τιμὰς διδόντες τῷ κτείναντι τὸν Εὐμενῆ, σφόδρα παρωξύνθησαν οἱ Μακεδόνες, καί δόγμα ποιοῦνται χιλίους τῶν ἡγεμονικῶν Περὶ αὐτὸν ἀεὶ δορυφοροῦντας εἶναι καί φυλάττειν ἐν περιόδῳ καί παρανυκτερεύειν.

οἱ δὲ ἐπείθοντο, καὶ τιμὰς ἠγάπων παρʼ αὐτοῦ λαμβάνοντες ἃς οἱ φίλοι παρά τῶν βασιλέων, ἐξῆν γὰρ Εὐμενεῖ καί καυσίας ἁλουργεῖς καί χλαμύδας διανέμειν, ἥτις ἦν δωρεὰ βασιλικωτάτη παρά Μακεδόσι.