Eumenes

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

πεσόντα δὲ αὑτὸν οἱ μὲν ἄλλοι παρήλασαν ἀγνοοῦντες, Γοργίας δὲ τῶν Εὐμενοῦς στρατηγῶν ἔγνω τε καὶ καταβὰς περιέστησε φρουρὰν τῷ σώματι κακῶς ἤδη διακειμένου καὶ δυσθανατοῦντος. ἐν τούτῳ δὲ καὶ Νεοπτόλεμος Εὐμενεῖ συνήρχετο. μισοῦντες γὰρ ἀλλήλους πάλαι καὶ διʼ ὀργῆς ἔχοντες ἐν μὲν δυσὶν ἀναστροφαῖς οὐ κατεῖδον, ἐν δὲ τῇ τρίτῃ γνωρίσαντες εὐθὺς ἤλαυνον, σπασάμενοι τὰ ἐγχειρίδια καὶ βοῶντες.

τῶν δὲ ἵππων ἐξ ἐναντίας βίᾳ συμπεσόντων ὥσπερ τριήρων, τὰς ἡνίας ἀφέντες ἀλλήλων ἐπεδράξαντο ταῖς χερσί, τά τε κράνη περισπῶντες καὶ περιρρηγνύντες ἐκ τῶν ἐπωμίδων τοὺς θώρακας, πρὸς δὲ τὸν σπαραγμὸν ὑπεκδραμόντων ἅμα τῶν ἵππων, ἀπορρυέντες εἰς γῆν καὶ περιπεσόντες ἀλλήλοις ἐν λαβαῖς ἦσαν καὶ διεπάλαιον.

εἶτα ὁ μὲν Εὐμενὴς τοῦ Νεοπτολέμου προεξανισταμένου τὴν ἰγνύαν ὑπέκοψεν αὐτὸς εἰς ὀρθὸν φθάσας καταστῆναι, ὁ δὲ Νεοπτόλεμος εἰς θάτερον ἐρεισάμενος γόνυ, θάτερον δὲ πεπηρωμένος, ἠμύνετο μὲν εὐρώστως κάτωθεν, οὐ θανασίμους δὲ πληγὰς ὑποφέρων, πληγεὶς δὲ παρὰ τὸν τράχηλον ἔπεσε καὶ παρείθη.

τοῦ δὲ Εὐμενοῦς διʼ ὀργὴν καὶ μῖσος παλαιὸν τά τε ὅπλα περισπῶντος αὐτοῦ

p.100
καὶ κακῶς λέγοντος, ἔτι τὸ ξίφος ἔχων ἔλαθεν ὑπὸ τὸν θώρακα τρώσας, ᾗ παρέψαυσε τοὑ βουβῶνος ἀποβάς. ἡ δὲ πληγὴ μᾶλλον ἐφόβησεν ἢ ἔβλαψε τὸν Εὐμενῆ, διʼ ἀσθένειαν ἀμυδρὰ γενομένη. σκυλεύσας δὲ τὸν νεκρόν εἶχε μὲν χαλεπῶς ὑπὸ τραυμάτων μηροὺς καὶ βραχίονας διακεκομμένος, ὅμως δὲ ἀναβληθεὶς ἐπὶ τὸν ἵππον ἐδίωκε πρὸς θάτερον κέρας, ὡς ἔτι συνεστώτων τῶν πολεμίων.

πυθόμενος δὲ τὴν Κρατεροῦ τελευτὴν καὶ προσελάσας, ὡς εἶδεν ἐμπνέοντα καὶ συνιέντα, καταβὰς ἀπεδάκρυσε καὶ τὴν δεξιὰν ἐνέβαλε, καὶ πολλὰ μὲν ἐλοιδόρησε τὸν Νεοπτόλεμον, πολλὰ δὲ ἐκεῖνον μὲν ᾠκτίσατο τῆς τύχης, αὑτὸν δὲ τῆς ἀνάγκης, διʼ ἣν ἀνδρὶ φίλῳ καὶ συνήθει ταῦτα πεισόμενος ἢ δράσων συνηνέχθη.

ταύτην τὴν μάχην Εὐμενὴς ἡμέραις δέκα σχεδόν τι μετὰ τὴν προτέραν ἐνίκησε· καί δόξῃ μὲν ἤρθη μέγας ἀπʼ αὐτῆς, ὡς τὰ μὲν σοφίᾳ, τὰ δὲ ἀνδρείᾳ κατειργασμένος, φθόνον δὲ πολὺν ἔσχε καί μῖσος ὁμαλῶς παρά τε τοῖς συμμάχοις καί τοῖς πολεμίοις, ὡς ἔπηλυς ἀνὴρ καί ξένος ὅπλοις καί χερσὶ τῶν Μακεδόνων τὸν πρῶτον αὐτῶν καί δοκιμώτατον ἀνῃρηκώς.