Eumenes

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ὁρμήσας δὲ πολλάκις ἐξαγορεῦσαι καὶ φράσαι τοῖς περὶ αὑτὸν ἡγεμόσι καὶ στρατηγοῖς πρὸς ὃν ἔμελλεν ὁ ἀγὼν ἔσεσθαι, καὶ μὴ μόνος ἐν αὑτῷ θέμενος ἀποκρύψαι καὶ κατασχεῖν ἀπόρρητον οὕτως ἀναγκαῖον, ὅμως ἐνέμεινε τοῖς λογισμοῖς καὶ διεπίστευσε τῇ γνώμῃ τὸν κίνδυνον.

ἀντέταξε δὲ Κρατερῷ Μακεδόνων μὲν οὐδένα, δύο δὲ ἱππαρχίας ξενικάς, ὧν Φαρνάβαζος ὁ Ἀρταβάζου καὶ Φοῖνιξ ὁ Τενέδιος ἡγοῦντο, διακελευσάμενος ὀφθέντων τῶν πολεμίων ἐλαύνειν κατὰ τάχος καὶ συμπλέκεσθαι, μὴ διδόντας ἀναστροφὴν μηδὲ φωνὴν, μηδὲ κήρυκα πεμπόμενον προσιεμένους. ἐδεδίει γὰρ ἰσχυρῶς τοὺς Μακεδόνας, μὴ γνωρίσαντες τὸν Κρατερὸν οἴχωνται μεταβαλόμενοι πρὸς ἐκεῖνον.

αὐτὸς δὲ τοὺς ἐρρωμενεστάτους ἱππεῖς τριακοσίους εἰς ἄγημα συντάξας καὶ παρελάσας ἐπὶ τὸ δεξιόν ἔμελλε τοῖς περὶ Νεοπτόλεμον ἐπιχειρεῖν. ὡς δὲ τὸν ἐν μέσῳ λόφον ὑπερβαλόντες ὤφθησαν ὀξεῖαν καὶ μεθʼ ὁρμῆς σφοδροτέρας ποιούμενοι τὴν ἔφοδον, ἐκπλαγεὶς ὁ Κρατερὸς καὶ πολλὰ λοιδορήσας τὸν Νεοπτόλεμον ὡς ἐξηπατημένος ὑπʼ αὐτοῦ περὶ τῆς τῶν Μακεδόνων μεταβολῆς, ἐγκελευσάμενος

paris.1624.587
ἀνδραγαθεῖν τοῖς περὶ αὑτὸν ἡγεμόσιν ἀντεξήλασε.

γενομένης δὲ τῆς πρώτης συρράξεως βαρείας

p.98
καὶ τῶν δοράτων ταχὺ συντριβέντων, τοῦ δὲ ἀγῶνος ἐν τοῖς ξίφεσιν ὄντος, οὐ καταισχύνας ὁ Κρατερὸς τὸν Ἀλέξανδρον, ἀλλὰ πολλοὺς μὲν καταβαλών, πολλάκις δὲ τρεψάμενος τοὺς ἀντιτεταγμένους, τέλος δὲ πληγεὶς ὑπὸ Θρᾳκὸς ἐκ πλαγίων προσελάσαντος ἀπερρύη τοῦ ἵππου.

πεσόντα δὲ αὑτὸν οἱ μὲν ἄλλοι παρήλασαν ἀγνοοῦντες, Γοργίας δὲ τῶν Εὐμενοῦς στρατηγῶν ἔγνω τε καὶ καταβὰς περιέστησε φρουρὰν τῷ σώματι κακῶς ἤδη διακειμένου καὶ δυσθανατοῦντος. ἐν τούτῳ δὲ καὶ Νεοπτόλεμος Εὐμενεῖ συνήρχετο. μισοῦντες γὰρ ἀλλήλους πάλαι καὶ διʼ ὀργῆς ἔχοντες ἐν μὲν δυσὶν ἀναστροφαῖς οὐ κατεῖδον, ἐν δὲ τῇ τρίτῃ γνωρίσαντες εὐθὺς ἤλαυνον, σπασάμενοι τὰ ἐγχειρίδια καὶ βοῶντες.