Eumenes

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ὁ μὲν οὖν Νεοπτόλεμος ὀλίγους τινὰς συναγαγὼν ἐκ τῆς τροπῆς ἔφυγε πρὸς Κρατερὸν καὶ

p.92
Ἀντίπατρον. παρʼ ἐκείνων δὲ ἀπέσταλτο πρεσβεία πρὸς Εὐμενῆ παρακαλοῦσα μεταθέσθαι πρὸς αὐτούς, καρπούμενον μὲν ἃς εἶχε σατραπείας, προσλαβόντα δὲ στρατιὰν καὶ χώραν παρʼ αὐτῶν, Ἀντιπάτρῳ μὲν ἀντʼ ἐχθροῦ φίλον γενόμενον, Κρατερῷ δὲ μὴ γενόμενον ἐκ φίλου πολέμιον.

ταῦτα ὁ Εὐμενὴς ἀκούσας Ἀντιπάτρῳ μὲν οὐκ ἂν ἔφη παλαιὸς ὢν ἐχθρὸς νῦν γενέσθαι φίλος, ὅτε αὐτὸν ὁρᾷ τοῖς φίλοις ὡς ἐχθροῖς χρώμενον, Κρατερὸν δὲ Περδίκκᾳ διαλλάττειν ἕτοιμος εἶναι καὶ συνάγειν ἐπὶ τοῖς ἴσοις καὶ δικαίοις· ἄρχοντος δὲ πλεονεξίας τῷ ἀδικουμένῳ βοηθήσειν μέχρι ἂν ἐμπνέῃ, καὶ μᾶλλον τὸ σῶμα καὶ τὸν βίον ἢ τὴν πίστιν προήσεσθαι.

οἱ μὲν οὖν περὶ τὸν Ἀντίπατρον πυθόμενοι ταῦτα κατὰ σχολὴν ἐβουλεύοντο περὶ τῶν ὅλων, ὁ Νεοπτόλεμος δὲ μετὰ τήν φυγὴν ἀφικόμενος

paris.1624.586
πρὸς αὐτούς τήν τε μάχην ἀπήγγελλε καὶ παρεκάλει βοηθεῖν, μάλιστα μὲν ἀμφοτέρους, πάντως δὲ Κρατερόν· ποθεῖσθαι γὰρ ὑπερφυῶς ἐκεῖνον ὑπὸ τῶν Μακεδόνων, κἂν μόνον ἴδωσι τήν καυσίαν αὐτοῦ καὶ τήν φωνὴν ἀκούσωσι, μετὰ τῶν ὅπλων ἥξειν φερομένους,