Eumenes

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

οὐ μὴν ἀλλʼ ὁ Περδίκκας ἐφʼ ἃ μὲν ὥρμητο πιστεύων διʼ αὑτοῦ προσάξεσθαι, τὰ δὲ ὑπολειπόμενα δεῖσθαι δραστηρίου τε καὶ πιστοῦ φύλακος οἰόμενος, ἀπέπεμψεν ἐκ Κιλικίας τὸν Εὐμενῆ, λόγῳ μὲν ἐπὶ τὴν ἑαυτοῦ σατραπείαν, ἔργῳ δὲ τὴν ὅμορον Ἀρμενίαν τεταραγμένην ὑπὸ Νεοπτολέμου διὰ χειρὸς ἕξοντα.

τοῦτον μὲν οὖν ὁ Εὐμενής, καίπερ ὄγκῳ τινὶ καὶ φρονήματι κενῷ διεφθαρμένον, ἐπειρᾶτο ταῖς ὁμιλίαις κατέχειν αὐτὸς δὲ τὴν φάλαγγα τῶν Μακεδόνων ἐπηρμένην καὶ θρασεῖαν εὑρών, ὥσπερ ἀντίταγμα κατεσκεύαζεν αὐτῇ δύναμιν ἱππικήν, τῶν μὲν ἐγχωρίων τοῖς ἱππεύειν δυναμένοις ἀνεισφορίας διδοὺς καὶ ἀτελείας,

τῶν δὲ περὶ αὑτὸν οἷς μάλιστα ἐπίστευεν ὠνητοὺς διανέμων ἵππους, φιλοτιμίαις τε καὶ δωρεαῖς τὰ φρονήματα παροξύνων καὶ τὰ σώματα κινήσεσι καὶ μελέταις διαπονῶν, ὥστε τοὺς μὲν ἐκπλαγῆναι, τοὺς δὲ θαρρῆσαι τῶν Μακεδόνων, ὁρῶντας ὀλίγῳ χρόνῳ περὶ αὑτὸν ἠθροισμένους

p.90
ἱππεῖς οὐκ ἐλάττους ἑξακισχιλίων καὶ τριακοσίων.

ἐπεὶ δὲ Κρατερὸς καὶ Ἀντίπατρος τῶν Ἑλλήνων περιγενόμενοι διέβαινον εἰς Ἀσίαν τὴν Περδίκκου καταλύσοντες ἀρχήν, καὶ προσηγγέλλοντο μέλλοντες ἐμβαλεῖν εἰς Καππαδοκίαν, ὁ Περδίκκας αὐτὸς ἐπὶ Πτολεμαῖον στρατεύων ἀπέδειξε τὸν Εὐμενῆ τῶν ἐν Ἀρμενίᾳ, καὶ Καππαδοκίᾳ δυνάμεων αὐτοκράτορα στρατηγόν·

καὶ περὶ τούτων ἐπιστολὰς ἔπεμψεν, Ἀλκέταν μὲν καὶ Νεοπτόλεμον Εὐμενεῖ προσέχειν κελεύσας, Εὐμενῆ δὲ χρῆσθαι τοῖς πράγμασιν ὅπως αὐτὸς ἔγνωκεν. Ἀλκέτας μὲν οὖν ἄντικρυς ἀπείπατο τὴν στρατείαν, ὡς τῶν ὑπʼ αὐτῷ Μακεδόνων Ἀντιπάτρῳ μὲν αἰδουμένων μάχεσθαι, Κρατερὸν δὲ καὶ δέχεσθαι διʼ εὔνοιαν ἑτοίμων ὄντων· Νεοπτόλεμος δὲ βουλεύων μὲν ἐπʼ Εὐμενεῖ προδοσίαν οὐκ ἔλαθε, καλούμενος δὲ οὐχ ὑπήκουεν, ἀλλὰ παρέταττε τὴν δύναμιν.

ἔνθα πρῶτον ὁ Εὐμενὴς ἀπέλαυσε τῆς ἑαυτοῦ προνοίας καὶ παρασκευῆς· ἡττώμενος γὰρ ἤδη κατὰ τὸ πεζόν ἐτρέψατο τοῖς ἱππεῦσι τὸν Νεοπτόλεμον καὶ τὴν ἀποσκευὴν ἔλαβεν αὐτοῦ, καὶ τῇ φάλαγγι διεσπαρμένῃ περὶ τὴν δίωξιν ἅθρους ἐπελάσας ἠνάγκασε τὰ ὅπλα θέσθαι καὶ δόντας καὶ λαβόντας ὅρκους αὐτῷ συστρατεύειν.

ὁ μὲν οὖν Νεοπτόλεμος ὀλίγους τινὰς συναγαγὼν ἐκ τῆς τροπῆς ἔφυγε πρὸς Κρατερὸν καὶ

p.92
Ἀντίπατρον. παρʼ ἐκείνων δὲ ἀπέσταλτο πρεσβεία πρὸς Εὐμενῆ παρακαλοῦσα μεταθέσθαι πρὸς αὐτούς, καρπούμενον μὲν ἃς εἶχε σατραπείας, προσλαβόντα δὲ στρατιὰν καὶ χώραν παρʼ αὐτῶν, Ἀντιπάτρῳ μὲν ἀντʼ ἐχθροῦ φίλον γενόμενον, Κρατερῷ δὲ μὴ γενόμενον ἐκ φίλου πολέμιον.