Eumenes

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἦν γὰρ αὐτοῖς πατρική τις ἐκ πολιτικῶν διαφορῶν ὑποψία πρὸς ἀλλήλους· καί πολλάκις ὁ Εὐμενὴς ἐγεγόνει φανερὸς κατηγορῶν τοῦ Ἑκαταίου τυραννοῦντος καί παρακαλῶν Ἀλέξανδρον ἀποδοῦναι τοῖς Καρδιανοῖς τὴν ἐλευθερίαν. διὸ καί τότε τοῦ Εὐμενοῦς παραιτουμένου τὴν ἐπὶ τοὺς Ἕλληνας στρατείαν, καὶ δεδιέναι φάσκοντος Ἀντίπατρον, μήπως Ἑκαταίῳ χαριζόμενος καί πάλαι μισῶν αὐτὸν ἀνέλῃ, πιστεύσας ὁ Λεόννατος οὐδὲν ὧν ἐφρόνει πρὸς αὐτὸν ἀπεκρύψατο.

λόγος μὲν γὰρ ἦν ἡ βοήθεια καί πρόφασις, ἐγνώκει δὲ διαβὰς εὐθὺς ἀντιποιεῖσθαι Μακεδονίας· καί τινας ἐπιστολὰς ἔδειξε Κλεοπάτρας μεταπεμπομένης αὐτὸν εἰς Πέλλαν ὡς γαμησομένης. ὁ δʼ Εὐμενής, εἴτε τὸν Ἀντίπατρον δεδοικώς εἴτε τὸν Λεοννάτου ἔμπληκτον ὄντα καί φορᾶς μεστὸν ἀβεβαίου καί ὀξείας ἀπογνούς, νύκτωρ ἀνέζευξε τὴν ἑαυτοῦ λαβὼν ἀποσκευήν. εἶχε δὲ τριακοσίους μὲν ἱππεῖς, διακοσίους δὲ τῶν παίδων ὁπλοφόρους, ἐν δὲ χρυσοῖς εἰς ἀργυρίου λόγον τάλαντα πεντακισχίλια.

φυγὼν δὲ οὕτως πρὸς Περδίκκαν καί τὰ Λεοννάτου βουλεύματα κατειπών εὐθὺς μὲν ἴσχυε μέγα παρʼ αὐτῷ καί τοῦ συνεδρίου μετεῖχεν, ὀλίγον δὲ ὕστερον εἰς Καππαδοκίαν κατήχθη μετὰ δυνάμεως,

p.88
αὐτοῦ Περδίκκου παρόντος καί στρατηγοῦντος.
paris.1624.585
Ἀριαράθου δὲ ληφθέντος αἰχμαλώτου καί τῆς χώρας ὑποχειρίου γενομένης ἀποδείκνυται σατράπης.

καί τὰς μὲν πόλεις τοῖς ἑαυτοῦ φίλοις παρέδωκε, καί φρουράρχους ἐγκατέστησε καί δικαστὰς ἀπέλιπε καί διοικητὰς οὓς ἐβούλετο, τοῦ Περδίκκου μηδὲν ἐν τούτοις πολυπραγμονοῦντος, αὐτὸς δὲ συνανέζευξεν ἐκεῖνόν τε θεραπεύων καί τῶν βασιλέων ἀπολείπεσθαι μὴ βουλόμενος,

οὐ μὴν ἀλλʼ ὁ Περδίκκας ἐφʼ ἃ μὲν ὥρμητο πιστεύων διʼ αὑτοῦ προσάξεσθαι, τὰ δὲ ὑπολειπόμενα δεῖσθαι δραστηρίου τε καὶ πιστοῦ φύλακος οἰόμενος, ἀπέπεμψεν ἐκ Κιλικίας τὸν Εὐμενῆ, λόγῳ μὲν ἐπὶ τὴν ἑαυτοῦ σατραπείαν, ἔργῳ δὲ τὴν ὅμορον Ἀρμενίαν τεταραγμένην ὑπὸ Νεοπτολέμου διὰ χειρὸς ἕξοντα.

τοῦτον μὲν οὖν ὁ Εὐμενής, καίπερ ὄγκῳ τινὶ καὶ φρονήματι κενῷ διεφθαρμένον, ἐπειρᾶτο ταῖς ὁμιλίαις κατέχειν αὐτὸς δὲ τὴν φάλαγγα τῶν Μακεδόνων ἐπηρμένην καὶ θρασεῖαν εὑρών, ὥσπερ ἀντίταγμα κατεσκεύαζεν αὐτῇ δύναμιν ἱππικήν, τῶν μὲν ἐγχωρίων τοῖς ἱππεύειν δυναμένοις ἀνεισφορίας διδοὺς καὶ ἀτελείας,

τῶν δὲ περὶ αὑτὸν οἷς μάλιστα ἐπίστευεν ὠνητοὺς διανέμων ἵππους, φιλοτιμίαις τε καὶ δωρεαῖς τὰ φρονήματα παροξύνων καὶ τὰ σώματα κινήσεσι καὶ μελέταις διαπονῶν, ὥστε τοὺς μὲν ἐκπλαγῆναι, τοὺς δὲ θαρρῆσαι τῶν Μακεδόνων, ὁρῶντας ὀλίγῳ χρόνῳ περὶ αὑτὸν ἠθροισμένους

p.90
ἱππεῖς οὐκ ἐλάττους ἑξακισχιλίων καὶ τριακοσίων.