Eumenes

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ὁ δὲ πανοῦργος ὢν καὶ πιθανός ἐπεχείρησεν οἷς ἀπώλλυτο σῴζειν ἑαυτόν, κατέφυγε γὰρ εἰς τὴν πρὸς Ἡφαιστίωνα φιλοτιμίαν Ἀλεξάνδρου καὶ χάριν, ὑφηγούμενός τε τιμὰς αἳ μάλιστα κοσμεῖν ἔμελλον τὸν τεθνηκότα, καὶ χρήματα τελῶν εἰς τὴν τοῦ τάφου κατασκευὴν ἀφειδῶς καὶ προθύμως.

p.84

ἀποθανόντος δὲ Ἀλεξάνδρου καί τῆς φάλαγγος διεστώσης πρὸς τοὺς ἑταίρους, τῇ μὲν γνώμῃ τούτοις προσένειμεν ἑαυτὸν ὁ Εὐμενής, τῷ δὲ λόγῳ κοινός τις ἦν πρὸς ἀμφοτέρους καί ἰδιώτης, ὡς οὐδὲν αὐτῷ προσῆκον ξένῳ ὄντι πολυπραγμονεῖν ἐν ταῖς[*](ἐν ταῖς Bekker, after Coraës: ταῖς.) Μακεδόνων διαφοραῖς. καί τῶν ἄλλων ἑταίρων ἐκ Βαβυλῶνος ἀνασκευασαμένων αὐτὸς ὑπολειφθεὶς ἐν τῇ πόλει κατεπράϋνε πολλοὺς τῶν πεζῶν καί πρὸς τὰς διαλύσεις ἡδίους ἐποίησεν.

ἐπεὶ δὲ ἀναμιχθέντες ἀλλήλοις οἱ στρατηγοὶ καί καταστάντες ἐκ τῶν πρώτων ταραχῶν διενέμοντο σατραπείας καί στρατηγίας, Εὐμενὴς λαμβάνει Καππαδοκίαν καί Παφλαγονίαν καὶ τὴν ὑποκειμένην τῇ Ποντικῇ θαλάττῃ μέχρι Τραπεζοῦντος, οὔπω τότε Μακεδόνων οὖσαν, Ἀριαράθης γὰρ αὐτῆς ἐβασίλευεν, ἀλλʼ ἔδει Λεοννάτον καὶ Ἀντίγονον χειρὶ μεγάλῃ τὸν Εὐμενῆ κατάγοντας ἀποδεῖξαι τῆς χώρας σατράπην.

Ἀντίγονος μὲν ὀὗν οὐ προσέσχε τοῖς γραφεῖσιν ὑπὸ Περδίκκου, μετέωρος ὢν ἤδη καί περιφρονῶν ἁπάντων, Λεοννάτος δὲ κατέβη μὲν ἄνωθεν εἰς Φρυγίαν ἀναδεξόμενος Εὐμενεῖ τὴν στρατείαν· Ἑκαταίου δὲ τοῦ Καρδιανῶν τυράννου

p.86
τος αὐτῷ καί δεομένου βοηθεῖν μᾶλλον Ἀντιπάτρῳ καί Μακεδόνων τοῖς ἐν Λαμίᾳ πολιορκουμένοις, ὥρμητο διαβαίνειν καί τὸν Εὐμενῆ παρεκάλει καί διήλλαττε πρὸς τὸν Ἑκαταῖον.