Eumenes
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
μετὰ μικρὸν δὲ συμπαθὴς γενόμενος τῶν τε δεσμῶν τοὺς βαρεῖς ἐκέλευσεν ἀφελεῖν καὶ παῖδα παραδέξασθαι τῶν συνήθων, ὅπως ἀλείψαιτο, καὶ τῶν φίλων ἐφῆκε τῷ βουλομένῳ συνδιημερεύειν καὶ κομίζειν τὰ ἐπιτήδεια, βουλευόμενος δὲ περὶ αὐτοῦ πλείονας ἡμέρας προσίετο καὶ λόγους καὶ ὑποσχέσεις, Νεάρχου τε τοῦ Κρητὸς καὶ Δημητρίου τοῦ υἱοῦ φιλοτιμουμένων τὸν Εὐμενῆ σῶσαι, τῶν δὲ ἄλλων ὁμοῦ τι πάντων ἐνισταμένων καὶ κελευόντων ἀναιρεῖν.
λέγεται δὲ τὸν Εὐμενῆ τοῦ φυλάσσοντος αὐτὸν Ὀνομάρχου πυθέσθαι τί δήποτε Ἀντίγονος ἐχθρὸν ἄνδρα καὶ πολέμιον λαβὼν ὑποχείριον οὔτε ἀποκτίννυσι ταχέως οὔτε εὐγενῶς ἀφίησι· τοῦ δὲ Ὀνομάρχου πρὸς ὕβριν εἰπόντος ὡς οὐ νῦν, ἀλλʼ ἐπὶ τῆς μάχης ἔδει πρὸς θάνατον ἔχειν εὐθαρσῶς, ναὶ μὰ τὸν Δία, φάναι τὸν Εὐμενῆ, καὶ τότε εἶχον ἐροῦ δὲ τοὺς εἰς χεῖρας ἐλθόντας· ἀλλʼ οὐδενὶ κρείττονι προστυχὼν οἶδα. καὶ
τὸ δὲ οὖν ἔδοξε τῷ Ἀντιγόνῳ τὸν Εὐμενῆ κτείνειν, ἐκέλευσεν ἀὐτοῦ τὴν τροφὴν ἀφελεῖν.
οὕτω δὲ ἀποθανόντος Εὐμενοῦς οὐκ ἐπʼ ἄλλῳ τινὶ τὴν τιμωρίαν ἐποιήσατο τῶν προδόντων αὐτὸν ἡγεμόνων καὶ στρατιωτῶν τὸ δαιμόνιον, ἀλλʼ αὐτὸς Ἀντίγονος προβαλόμενος ὡς ἀσεβεῖς καὶ θηριώδεις τοὺς ἀργυράσπιδας παρέδωκε Σιβυρτίῳ τῷ διοικοῦντι τὴν Ἀραχωσίαν, πάντα τρόπον ἐκτρῖψαι καὶ καταφθεῖραι κελεύσας, ὅπως μηδεὶς αὐτῶν εἰς Μακεδονίαν ἄπεισι μηδὲ ὄψεται τὴν Ἑλληνικὴν θάλατταν.