Eumenes

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

καὶ πρῶτον μὲν ἀνυπόπτως προσεπέλαζον αὐτῷ καὶ παρεφύλαττον, οἱ μὲν ἀποδυρόμενοι περὶ τῆς ἀποσκευῆς, οἱ δὲ θαρρεῖν ὡς νενικηκότα κελεύοντες, οἱ δὲ τῶν ἄλλων ἡγεμόνων κατηγοροῦντες. ἔπειτα προσπεσόντες ἐξήρπασαν τὸ

paris.1624.594
ἐγχειρίδιον αὐτοῦ καὶ τῇ ζώνῃ τὰς χεῖρας ἀποστρέψαντες ἔδησαν. ἐπεὶ δὲ ὑπὸ Ἀντιγόνου Νικάνωρ ἐπέμφθη παραληψόμενος αὐτόν, ἐδεῖτο λόγου τυχεῖν ἀγόμενος διὰ τῶν Μακεδόνων, οὐκ εἰς δέησιν ἢ παραίτησιν, ἀλλʼ ὡς περὶ τῶν ἐκείνοις συμφερόντων διαλεξόμενος.
p.132

γενομένης δὲ σιωπῆς ἐν ὑψηλῷ τινι καταστὰς καὶ τὰς χεῖρας δεδεμένας προτείνας, ποῖον, εἶπεν, ὦ κάκιστοι Μακεδόνων, τρόπαιον Ἀντίγονος ἐθελήσας ἂν ἔστησε καθʼ ὑμῶν, οἷον ὑμεῖς καθʼ αὑτῶν ἀνίστατε τὸν στρατηγὸν αἰχμάλωτον ἐκδιδόντες; οὐκ ἄρα δεινὸν ἦν κρατοῦντας ὑμᾶς ἧτταν ἐξομολογεῖσθαι διὰ τὰς ἀποσκευάς, ὡς ἐν τοῖς χρήμασιν, οὐκ ἐν τοῖς ὅπλοις τοῦ κρατεῖν ὄντος, ἀλλὰ καὶ τὸν ἡγεμόνα πέμπετε λύτρον τῆς ἀποσκευῆς.

ἐγώ μὲν οὖν ἀήττητος ἄγομαι, νικῶν τοὺς πολεμίους, ὑπὸ τῶν συμμάχων ἀπολλύμενος· ὑμεῖς δέ, πρὸς Διὸς στρατίου καὶ θεῶν ὁρκίων, ἐνταῦθά με διʼ αὑτῶν κτείνατε. πάντως κἀκεῖ κτεινόμενος ὑμέτερον ἔργον εἰμί. μέμψεται δὲ οὐδὲν Ἀντίγονος· νεκροῦ γὰρ Εὐμενοῦς δεῖται καὶ οὐ ζῶντος, εἰ δὲ φείδεσθε τῶν χειρῶν, ἀρκέσει τῶν ἐμῶν ἡ ἑτέρα λυθεῖσα πρᾶξαι τὸ ἔργον.

εἰ δὲ οὐ πιστεύετέ μοι ξίφος, ὑπορρίψατε τοῖς θηρίοις δεδεμένον. καὶ ταῦτα πράξαντας ὑμᾶς ἀφίημι τῆς ἐπʼ ἐμοὶ δίκης ὡς ἄνδρας ὁσιωτάτους καὶ δικαιοτάτους περὶ τὸν αὑτῶν στρατηγὸν γενομένους.

ταῦτα τοῦ Εὐμενοῦς λέγοντος τὸ μὲν ἄλλο πλῆθος ἄχθει κατείχετο καὶ κλαυθμὸς ἦν, οἱ δὲ ἀργυράσπιδες ἄγειν ἐβόων καὶ μὴ φλυαροῦντι προσέχειν οὐ γὰρ εἶναι δεινόν εἰ Χερρονησίτης ὄλεθρος οἰμώξεται μυρίοις γυμνάσας πολέμοις Μακεδόνας, ἀλλʼ εἰ τῶν Ἀλεξάνδρου καὶ Φιλίππου στρατιωτῶν οἱ κράτιστοι τοσαῦτα

p.134
καμόντες ἐν γήρᾳ στέρονται τῶν ἐπάθλων καὶ τροφὴν παρʼ ἑτέρων λαμβάνουσιν, αἱ δὲ γυναῖκες αὐτῶν ἤδη τρίτην νύκτα τοῖς πολεμίοις συγκαθεύδουσιν. ἅμα δὲ ἦγον αὐτὸν ἐπιταχύνοντες.

Ἀντίγονος δὲ δείσας τὸν ὄχλον ἀπελείφθη γὰρ οὐδεὶς ἐν τῷ στρατοπέδῳ δέκα τοὺς κρατιστεύοντας ἐλέφαντας ἐξέπεμψε καὶ λογχοφόρους συχνοὺς Μήδους καὶ Παρθυαίους διακρουσομένους τὸ πλῆθος, εἶτʼ αὐτὸς μὲν ἰδεῖν οὐχ ὑπέμεινε τὸν Εὐμενῆ διὰ τὴν προγεγενημένην φιλίαν καὶ συνήθειαν, πυνθανομένων δὲ τῶν παρειληφότων τὸ σῶμα πῶς φυλάξουσιν, οὕτως, εἶπεν, ὡς ἐλέφαντα ἣ ὡς λέοντα.

μετὰ μικρὸν δὲ συμπαθὴς γενόμενος τῶν τε δεσμῶν τοὺς βαρεῖς ἐκέλευσεν ἀφελεῖν καὶ παῖδα παραδέξασθαι τῶν συνήθων, ὅπως ἀλείψαιτο, καὶ τῶν φίλων ἐφῆκε τῷ βουλομένῳ συνδιημερεύειν καὶ κομίζειν τὰ ἐπιτήδεια, βουλευόμενος δὲ περὶ αὐτοῦ πλείονας ἡμέρας προσίετο καὶ λόγους καὶ ὑποσχέσεις, Νεάρχου τε τοῦ Κρητὸς καὶ Δημητρίου τοῦ υἱοῦ φιλοτιμουμένων τὸν Εὐμενῆ σῶσαι, τῶν δὲ ἄλλων ὁμοῦ τι πάντων ἐνισταμένων καὶ κελευόντων ἀναιρεῖν.