Eumenes

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἀχανὲς γὰρ ἦν τὸ πεδίον, οὔτε βαθύτερον οὔτε ἀπόκροτον καὶ στερεόν, ἀλλὰ θινῶδες καὶ μεστὸν ἁλμυρίδος αὐχμηρᾶς, ἢ τοσούτων μὲν ἵππων τοσούτων δὲ ἀνθρώπων ξαινομένη δρόμοις ὑπὸ τὸν τῆς μάχης καιρόν ἐξήνθει κόνιν ὥσπερ ἄσβεστον, ἀπολευκαίνουσαν τὸν ἀέρα καὶ τὰς ὄψεις διαθολοῦσαν. ᾗ καὶ ῥᾴδιον λαθὼν ὁ Ἀντίγονος τῆς ἀποσκευῆς τῶν πολεμίων ἐκράτησε.

παυσαμένης δὲ τῆς μάχης εὐθὺς οἱ περὶ τὸν Τεύταμον ἐπρεσβεύοντο περὶ τῆς ἀποσκευῆς. Ἀντιγόνου δὲ καὶ ταύτην ἀποδώσειν ὑπισχνουμένου τοῖς ἀργυράσπισι καὶ τἆλλα χρήσεσθαι φιλανθρώπως, εἰ παραλάβοι τὸν Εὐμενῆ, βούλευμα δεινὸν οἱ ἀργυράσπιδες ἐβουλεύσαντο, ἐγχειρίσαι ζῶντα τοῖς πολεμίοις τὸν ἄνδρα.

καὶ πρῶτον μὲν ἀνυπόπτως προσεπέλαζον αὐτῷ καὶ παρεφύλαττον, οἱ μὲν ἀποδυρόμενοι περὶ τῆς ἀποσκευῆς, οἱ δὲ θαρρεῖν ὡς νενικηκότα κελεύοντες, οἱ δὲ τῶν ἄλλων ἡγεμόνων κατηγοροῦντες. ἔπειτα προσπεσόντες ἐξήρπασαν τὸ

paris.1624.594
ἐγχειρίδιον αὐτοῦ καὶ τῇ ζώνῃ τὰς χεῖρας ἀποστρέψαντες ἔδησαν. ἐπεὶ δὲ ὑπὸ Ἀντιγόνου Νικάνωρ ἐπέμφθη παραληψόμενος αὐτόν, ἐδεῖτο λόγου τυχεῖν ἀγόμενος διὰ τῶν Μακεδόνων, οὐκ εἰς δέησιν ἢ παραίτησιν, ἀλλʼ ὡς περὶ τῶν ἐκείνοις συμφερόντων διαλεξόμενος.
p.132