Eumenes

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἦν οὖν ἀναγκαία βοήθεια πυρὰ πολλὰ καίειν ὅθεν οὐκ ἔλαθε τοὺς πολεμίους, ἀλλὰ τῶν βαρβάρων οἱ τὰ βλέποντα πρὸς τὴν ἀοίκητον ὄρη νεμόμενοι θαυμάσαντες τὸ τῶν πυρῶν πλῆθος ἔπεμψαν ἱππαστρίαις καμήλοις ἀγγέλους πρὸς Πευκέσταν. ὁ δὲ ὡς ἤκουσεν, αὐτός τε παντάπασιν ἔκφρων ὑπὸ δέους γενόμενος καὶ τοὺς ἄλλους ὁρῶν ὁμοίως ἔχοντας ὥρμητο φεύγειν, ἀναστήσας τοὺς καθʼ ὁδὸν ὄντας αὐτοῖς μάλιστα τῶν στρατιωτῶν·

εὐμενὴς δὲ τὴν ταραχὴν ἀφῄρει καὶ τὸν φόβον, ὑπισχνούμενος ἐπιστήσειν τῶν πολεμίων τὸ τάχος, ὥστε τρισὶν ὕστερον ἡμέραις ἢ προσδοκῶνται παραγενέσθαι. πεισθέντων δὲ αὐτῶν ἅμα μὲν ἀγγέλους περιέπεμπε τὰς δυνάμεις ἐκ

p.126
τῶν χειμαδίων καὶ τοὺς ἄλλους ἀθροίζεσθαι κατὰ τάχος κελεύων, ἅμα δὲ αὐτὸς ἐξιππασάμενος μετὰ τῶν ἄλλων ἡγεμόνων, καὶ τόπον ἐξ ἀπόπτου καταφανῆ τοῖς ὁδεύουσι τὴν ἔρημον περιβαλόμενος καὶ διαμετρήσας, ἐκέλευε πυρὰ πολλὰ καίειν ἐν διαστήμασιν, ὥσπερ οἱ στρατοπεδεύοντες.

γενομένου δὲ τούτου καὶ τῶν πυρῶν τοῖς περὶ Ἀντίγονον ἐκ τῆς ὀρεινῆς καταφανέντων, ἄχθος ἔσχε καὶ δυσθυμία τὸν Ἀντίγονον, οἰόμενον ᾐσθημένους ἔκπαλαι τοὺς πολεμίους ἀπαντᾶν. ἵνʼ οὖν μὴ κατάκοπος καὶ τετρυμένος ἐκ πορείας ἀναγκάζηται μάχεσθαι πρὸς ἀνθρώπους ἑτοίμους καὶ καλῶς κεχειμακότας, προέμενος τὴν σύντομον

paris.1624.593
ἦγε διὰ κωμῶν καὶ πόλεων, καθʼ ἡσυχίαν ἀναλαμβάνων τὸ στράτευμα.

μηδενὸς δὲ ἐμποδὼν ὄντος, ὥσπερ εἴωθεν ἀντικαθημένων πολεμίων, τῶν δὲ περιχώρων λεγόντων στράτευμα μηδὲν ὦφθαι, πυρῶν δὲ κεκαυμένων μεστὸν εἶναι τὸν τόπον, ᾔσθετο κατεστρατηγημένος ὑπὸ Εὐμένους, καὶ βαρέως φέρων προσῆγεν ὡς φανερᾷ μάχῃ κριθησόμενος.

ἐν τούτῳ δὲ τῆς δυνάμεως περὶ τὸν Εὐμενῆ τὸ πλεῖστον ἠθροισμένον ἐθαύμαζε τὴν σύνεσιν αὐτοῦ, καὶ μόνον ἐκέλευεν ἄρχειν· ἐφʼ ᾧ λυπούμενοι καὶ φθονοῦντες οἱ τῶν ἀργυρασπίδων ἡγεμόνες, Ἀντιγένης καὶ Τεύταμος, ἐπεβούλευον αὐτῷ, καὶ τοὺς πλείστους τῶν τε σατραπῶν καὶ τῶν στρατηγῶν συναγαγόντες ἐβουλεύοντο πότε χρὴ καὶ πῶς τὸν Εὐμενῆ διαφθεῖραι.