Eumenes

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

Ἀντίγονος δὲ παρὰ τῶν ἁλισκομένων ἀκούων τὸν Εὐμενῆ νοσεῖν καὶ κομίζεσθαι κακῶς διακείμενον, οὐ μέγα ἔργον ἡγεῖτο συντρῖψαι τοὺς ἄλλους ἐκείνου νοσοῦντος. διὸ καὶ σπεύδων ἐπὶ τὴν μάχην προσῆγεν.

ὡς δὲ τῶν πολεμίων εἰς τάξιν καθισταμένων παρελάσας κατεῖδε τὸ σχῆμα καὶ τὴν διακόσμησιν, ἐκπλαγεὶς ἐπέστη πλείω χρόνον εἶτα ὤφθη τὸ φορεῖον ἀπὸ θατέρου κέρως ἐπὶ θάτερον διαφερόμενον. γελάσας οὖν ὁ Ἀντίγονος, ὥσπερ εἰώθει, μέγα, καὶ πρὸς

p.124
τοὺς φίλους εἰπὼν, τοῦτο ἦν τὸ φορεῖον, ὡς ἔοικε, τὸ ἀντιπαραταττόμενον ἡμῖν, εὐθὺς ἀπῆγε τὴν δύναμιν ὀπίσω καὶ κατεστρατοπέδευσεν.

οἱ δὲ μικρὸν ἀναπνεύσαντες αὖθις ἐδημαγωγοῦντο, καὶ τοῖς ἡγεμόσιν ἐντρυφῶντες σχεδὸν ὅλην εἰς τὰ χειμάδια κατενείμαντο τὴν Γαβηνῶν, ὥστε τοὺς ἐσχάτους τῶν πρώτων ἀποσκηνοῦν ὁμοῦ τι χιλίους σταδίους. ταῦτα γνοὺς ὁ Ἀντίγονος ὥρμησεν ἐξαίφνης ἐπʼ αὐτοὺς ὑποστρέψας χαλεπὴν ὁδὸν καὶ ἄνυδρον, σύντομον δὲ καὶ βραχεῖαν, ἐλπίζων, εἰ διεσπαρμένοις ἐπιπέσοι περὶ τὰ χειμάδια, μηδʼ ἂν συνελθεῖν ἔτι τὸ πλῆθος ῥᾳδίως εἰς τὸ αὐτὸ τοῖς στρατηγοῖς. ἐμβαλόντι δὲ εἰς γῆν ἀοίκητον αὐτῷ πνεύματά τε δεινὰ καὶ κρύη μεγάλα διελυμαίνετο τὴν πορείαν ἐνοχλουμένου τοῦ στρατεύματος.