Eumenes

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

φεύγοντι δὲ Εὐμενεῖ γράμματα κομίζεται παρὰ τῶν ἐν Μακεδονίᾳ τὴν Ἀντιγόνου δεδοικότων αὔξησιν, Ὀλυμπιάδος μὲν παρακαλούσης ἐλθόντα τὸ Ἀλεξάνδρου παιδίον παραλαβεῖν καὶ τρέφειν ὡς ἐπιβουλευόμενον, Πολυσπέρχοντος δὲ καὶ Φιλίππου τοῦ βασιλέως κελευόντων Ἀντιγόνῳ πολεμεῖν τῆς ἐν Καππαδοκίᾳ δυνάμεως ἄρχοντα, καὶ τῶν ἐν Κουΐνδοις χρημάτων πεντακόσια μὲν τάλαντα λαβεῖν εἰς τὴν τῶν ἰδίων ἐπανόρθωσιν, εἰς δὲ τὸν πόλεμον ὁπόσοις βούλεται χρῆσθαι.

περὶ δὲ τούτων καὶ Ἀντιγένει καὶ Τευτάμῳ τοῖς τῶν ἀργυρασπίδων ἡγουμένοις ἐγεγράφεισαν. ἐπεὶ δὲ λαβόντες

paris.1624.591
ἐκεῖνοι τὰ γράμματα τῷ μὲν λόγῳ φιλανθρώπως ἐδέξαντο τὸν Εὐμενῆ, φθόνου δὲ καὶ φιλονεικίας ἐφαίνοντο μεστοί, δευτερεύειν ἀπαξιοῦντες ἐκείνῳ, τὸν μὲν φθόνον ὁ Εὐμενὴς ἐθεράπευε τῷ τὰ χρήματα μὴ λαβεῖν ὡς οὐδὲν δεόμενος,

ταῖς δὲ φιλονεικίαις καὶ φιλαρχίαις αὐτῶν μήτε ἡγεῖσθαι δυναμένων μήτε ἕπεσθαι βουλομένων ἐπῆγε δεισιδαιμονίαν. ἔφη γὰρ Ἀλέξανδρον αὐτῷ κατὰ τοὺς ὕπνους φανῆναι, καὶ δεῖξαί τινα σκηνὴν κατεσκευασμένην βασιλικῶς καὶ θρόνον ἐν αὐτῇ κείμενον· εἶτα εἰπεῖν ὡς ἐνταῦθα συνεδρεύουσιν αὐτοῖς καὶ χρηματίζουσιν αὐτὸς παρέσται καὶ συνεφάψεται

p.118
βουλῆς τε πάσης καὶ πράξεως ἀρχομένοις ἀπʼ αὐτοῦ, ταῦτα ῥᾳδίως ἔπεισε τὸν Ἀντιγένη καὶ τὸν Τεύταμον, οὔτε ἐκείνων βαδίζειν βουλομένων πρὸς αὐτόν, οὔτε αὐτὸς ἀξιῶν ἐπὶ θύραις ἑτέρων ὁρᾶσθαι.

καὶ τιθέντες οὕτω σκηνὴν βασιλικὴν καὶ θρόνον Ἀλεξάνδρῳ καταπεφημισμένον ἐκεῖ συνεπορεύοντο βουλευόμενοι περὶ τῶν μεγίστων. ἐπεὶ δὲ προϊοῦσιν αὐτοῖς εἰς τὴν ἄνω χώραν ὁ Πευκέστας μετὰ τῶν ἄλλων σατραπῶν ἀπήντησε φίλος ὢν καὶ συνεμίξαντο τὰς δυνάμεις, πλήθει μὲν ὅπλων καὶ λαμπρότητι παρασκευῆς ἐπέρρωσαν τοὺς Μακεδόνας, αὐτοὶ δὲ ἀνάγωγοι ταῖς ἐξουσίαις καὶ μαλακοὶ ταῖς διαίταις γεγονότες μετὰ τὴν Ἀλεξάνδρου τελευτήν,

καὶ φρονήματα τυραννικὰ καὶ τεθραμμένα βαρβαρικαῖς ἀλαζονείαις ἐπὶ ταὐτὸ συνενεγκάμενοι, πρὸς μὲν ἀλλήλους βαρεῖς ἦσαν καὶ δυσάρμοστοι, τοὺς δὲ Μακεδόνας κολακεύοντες ἐκκεχυμένως καὶ καταχορηγοῦντες εἰς δεῖπνα καὶ θυσίας ὀλίγου χρόνου τὸ στρατόπεδον ἀσωτίας πανηγυριζούσης καταγώγιον ἐποίησαν καὶ δημαγωγούμενον ἐπὶ αἱρέσει στρατηγῶν ὄχλον, ὥσπερ ἐν ταῖς δημοκρατίαις.

αἰσθόμενος δὲ ὁ Εὐμενὴς αὐτοὺς ἀλλήλων μὲν καταφρονοῦντας, αὐτὸν δὲ φοβουμένους καὶ παραφυλάττοντας ἀνελεῖν, εἰ γένοιτο καιρός, ἐσκήψατο χρημάτων δεῖσθαι καὶ συνεδανείσατο τάλαντα πολλὰ παρὰ τῶν μάλιστα μισούντων αὐτόν, ἵνα καὶ πιστεύωσι καὶ ἀπέχωνται περὶ

p.120
τῶν δανείων ἀγωνιῶντες· ὥστε συνέβη τὸν ἀλλότριον πλοῦτον αὐτῷ φύλακα τοῦ σώματος ἔχειν, καὶ τῶν ἄλλων ἐπὶ σωτηρίᾳ διδόντων, μόνον ἐκ τοῦ λαβεῖν κτήσασθαι τὴν ἀσφάλειαν.