Comparison of Nicias and Crassus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

οὐ μὴν ἀλλὰ μᾶλλον ἔστιν ἐν τούτοις τὸν Νικίαν ἐπαινεῖν ἢ ψέγειν τὸν Κράσσον. ὁ μὲν γὰρ ἐμπειρίᾳ καὶ λογισμῷ χρησάμενος ἡγεμόνος ἔμφρονος οὐ συνηπατήθη ταῖς ἐλπίσι τῶν πολιτῶν, ἀλλʼ ἀπεῖπε καὶ ἀπέγνω λήψεσθαι Σικελίαν· ὁ δʼ ὡς ἐπὶ ῥᾷστον ἔργον τὸν Παρθικὸν ὁρμήσας πόλεμον ἥμαρτεν.

ὠρέχθη δὲ μεγάλων, Καίσαρος τὰ ἑσπέρια καὶ Κελτοὺς καὶ Γερμανοὺς καταστρεφομένου καὶ Βρεττανίαν, αὐτὸς ἐπὶ τὴν ἕω καὶ τὴν Ἰνδικὴν ἐλάσαι θάλασσαν καὶ προσεργάσασθαι τὴν Ἀσίαν οἷς Πομπήιος ἐπῆλθε καὶ Λούκουλλος ἀντέσχεν, ἄνδρες εὐμενεῖς καὶ πρὸς πάντας ἀγαθοὶ διαμείναντες, προελόμενοι δʼ ὅμοια

p.434
Κράσσῳ καὶ τὰς αὐτὰς ὑποθέσεις λαβόντες,

ἐπεὶ καὶ Πομπηΐῳ τῆς ἀρχῆς διδομένης ἡ σύγκλητος ἠναντιοῦτο, καὶ Καίσαρα μυριάδας τριάκοντα Γερμανῶν τρεψάμενον συνεβούλευεν ὁ Κάτων ἐκδοῦναι τοῖς ἡττημένοις καὶ τρέψαι τὸ μήνιμα τοῦ παρασπονδήματος εἰς ἐκεῖνον ὁ δὲ δῆμος ἐρρῶσθαι φράσας Κάτωνι, πεντεκαίδεκα ἡμέρας ἔθυεν ἐπινίκια καὶ περιχαρὴς ἦν.

πῶς οὖν ἂν διετέθη καὶ πόσας ἔθυσεν ἡμέρας, εἰ Κράσσος ἐκ Βαβυλῶνος ἔγραψε νικᾶν, εἶτʼ ἐπελθὼν Μηδίαν, Περσίδα, Ὑρκανούς, Σοῦσα, Βάκτρα, Ῥωμαίων ἐπαρχίας ἀπέδειξεν; εἴπερ γὰρ ἀδικεῖν χρή, κατὰ τὸν Εὐριπίδην,[*](Eteocles in the Phoenissae, 524 f. (Kirchhoff): ἔπερ γὰρ ἀδικεῖν χρή, τυραννίδος π́ερικάλλιστον ἀδικεῖν· τἄλλα δʼ εὐσεβεῖν χρεών.) ἡσυχίαν ἄγειν μὴ δυναμένους μηδὲ χρῆσθαι τοῖς παροῦσιν ἀγαθοῖς εἰδότας, οὐ Σκάνδειαν, οὐ Μένδην ἐκκοπτέον, οὐδὲ φεύγοντας Αἰγινήτας ἀπολελοιπότας τὴν ἑαυτῶν,

ὥσπερ ὄρνιθας εἰς ἑτέραν χώραν ἀποκεκρυμμένους, ἐκθηρατέον, ἀλλὰ πολλοῦ τιμητέον τὸ ἀδικεῖν, μὴ ῥᾳδίως μηδʼ ἐπὶ τοῖς τυχοῦσιν, ὥς τι φαῦλον ἢ μικρὸν, προϊεμένους τὸ δίκαιον, οἱ δὲ τὴν μὲν τῆς Ἀλεξάνδρου στρατείας ὁρμὴν ἐπαινοῦντες, τὴν δὲ Κράσσου ψέγοντες, οὐκ εὖ τὰ πρῶτα κρίνουσιν ἀπὸ τῶν τελευταίων.

ἐν δὲ ταῖς στρατηγίαις αὐταῖς Νικίου μὲν οὐκ ὀλίγα γενναῖα· καὶ γὰρ μάχαις πολλαῖς ἐνίκησε τοὺς πολεμίους, καὶ τοῦ λαβεῖν Συρακούσας ὀλίγον ἐδέησε, καὶ πάντα διʼ αὑτὸν

p.436
οὐκ ἔπταισεν, ἀλλὰ καὶ νόσον ἄν τις αἰτιάσαιτο καὶ φθόνον τῶν οἴκοι πολιτῶν Κράσσος δὲ διὰ πλῆθος ἁμαρτημάτων οὐδὲν τῇ τύχῃ χρηστὸν ἀποδείξασθαι παρῆκεν, ὥστε θαυμάζειν αὐτοῦ τὴν ἀβελτερίαν οὐ τῆς Πάρθων δυνάμεως ἡττηθεῖσαν, ἀλλὰ τῆς Ῥωμαίων εὐτυχίας περιγενομένην.

ἐπεὶ δʼ ὁ μὲν μηδενὸς τῶν ἀπὸ μαντικῆς καταφρονῶν, ὁ δὲ πάντα ὑπερορῶν ὁμοίως ἀπώλοντο, χαλεπὴ μὲν ἐν τούτοις ἡ ἀσφάλεια καὶ δύσκριτος, ἐπιεικέστερον δὲ[*](ἐπιεικέστερον δὲ a following αὐτῆς of the MSS. is suspected by Coraës, lamely defended by Sintenis, and bracked by Bekker.) τοῦ παρανόμου καὶ αὐθάδους τὸ μετὰ δόξης παλαιᾶς καὶ συνήθους διʼ εὐλάβειαν ἁμαρτανόμενον. περὶ μέντοι τὴν τελευτὴν ἀμεμπτότερος ὁ Κράσσος οὐ παραδοὺς ἑαυτὸν οὐδὲ δεθεὶς οὐδὲ φενακισθείς, ἀλλʼ εἴξας τοῖς φίλοις δεομένοις καὶ παρασπονδηθεὶς ὑπὸ τῶν πολεμίων ὁ δὲ Νικίας αἰσχρᾶς καὶ ἀκλεοῦς ἐλπίδι σωτηρίας ὑποπεσὼν τοῖς πολεμίοις αἰσχίονα ἑαυτῷ τὸν θάνατον ἐποίησεν.