Comparison of Nicias and Crassus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ὁ μὲν γὰρ τῆς εἰρήνης ἔρως θεῖος ἦν ὡς ἀληθῶς, καὶ τὸ λῦσαι τὸν πόλεμον ἑλληνικώτατον πολίτευμα· καὶ τῆς πράξεως ἕνεκα ταύτης οὐκ ἄξιον Νικίᾳ παραβαλεῖν Κράσσον, οὐδʼ εἰ τὸ Κάσπιον φέρων πέλαγος ἢ τὸν Ἰνδὸν ὠκεανὸν τῇ Ῥωμαίων ἡγεμονίᾳ προσώρισεν.

πόλει μέντοι χρώμενον ἀρετῆς αἰσθανομένῃ καὶ κρείττονα ὄντα τῇ δυνάμει χώραν οὐ δοτέον τοῖς πονηροῖς οὐδʼ ἀρχὴν μὴ ἄρχουσιν οὐδὲ πίστιν ἀπιστουμένοις, ὅπερ ἐποίησεν ὁ Νικίας, τὸν Κλέωνα μηδὲν ὄντα πλέον ἐν τῇ πόλει τῆς ἀπὸ τοῦ βήματος ἀναισχυντίας καὶ κραυγῆς αὐτὸς εἰς τὸ στρατηγεῖν καταστήσας.

οὐκ ἐπαινῶ μὲν γὰρ[*](μὲν γὰρ Stephanus, Bekker, and S: μέν) ἐγὼ τὸν Κράσσον ἐν τοῖς Σπαρτακείοις

p.430
ἐπειχθέντα θᾶσσον ἢ ἀσφαλέστερον διαγωνίσασθαι, καίτοι φιλοτιμίας ἦν τὸ δεῖσαι μὴ Πομπήιος ἐλθὼν ἀφέληται τὴν δόξαν αὐτοῦ, καθάπερ ἀφείλετο Μετέλλου Μόμμιος τὴν Κόρινθον τὸ δὲ τοῦ Νικίου παντάπασιν ἄτοπον καὶ δεινόν. οὐ γὰρ ἐλπίδας οὐδὲ ῥᾳστώνην ἐχούσης ἐξέστη τῷ ἐχθρῷ φιλοτιμίας καὶ ἀρχῆς, ἀλλὰ κίνδυνον ὑφορώμενος ἐν τῇ στρατηγίᾳ μέγαν ἠγάπησε, τὸ καθʼ αὑτὸν ἐν ἀσφαλεῖ θέμενος, προέσθαι τὸ κοινόν·

καίτοι ὅ γε Θεμιστοκλῆς, ἵνα μὴ φαῦλος ἄνθρωπος ἐν τοῖς Περσικοῖς καὶ ἄφρων στρατηγήσας ἀπολέσῃ τὴν πόλιν, ἀργυρίῳ τῆς ἀρχῆς ἀπέστησεν αὐτόν, καὶ Κάτων, ὅτε μάλιστα ἑώρα πράγματα καὶ κινδύνους ἔχουσαν ὑπὲρ τῆς· πόλεως τὴν δημαρχίαν, μετῆλθεν·