Comparison of Nicias and Crassus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ταύταις γὰρ ὁ Κράσσος ἀναφανδὸν ὡς τῷ γεωργεῖν ἐχρῆτο καὶ τῷ δανείζειν· ἃ δὲ ἔξαρνος ἦν ἐλεγχόμενος, ἐπὶ κέρδεσιν ἐν βουλῇ λέγειν καὶ τοὺς συμμάχους ἀδικεῖν καὶ γύναια περιιὼν κολακεύειν καὶ συνεπικρύπτειν τοὺς πονηρούς, τούτων αἰτίαν οὐδὲ ψευδῆ ποτε Νικίας ἔλαβεν, ἄλλως δὲ διδοὺς καὶ προϊέμενος ἀργύριον ὑπὸ δειλίας τοῖς συκοφάνταις ἐχλευάζετο, πρᾶγμα ποιῶν Περικλεῖ μὲν ἴσως καὶ Ἀριστείδῃ μὴ πρέπον, αὐτῷ δʼ ἀναγκαῖον οὐκ εὖ πεφυκότι πρὸς τὸ θαρρεῖν.

ᾧ καὶ Λυκοῦργος ὕστερον ὁ ῥήτωρ ἐπαρρησιάσατο πρὸς τὸν δῆμον, αἰτίαν ἔχων ἐξωνήσασθαί τινα τῶν συκοφαντῶν· ἥδομαι γάρ, εἶπεν, εἰ τοσοῦτον χρόνον πεπολιτευμένος παρʼ ὑμῖν διδοὺς πεφώραμαι πρότερον ἢ λαμβάνων.

τὴν δὲ ταῖς δαπάναις πολιτικώτερος μὲν ὁ Νικίας ἀναθήμασι καὶ γυμνασιαρχίαις καὶ

p.426
διδασκαλίαις χορῶν φιλοτιμούμενος, ὧν δʼ ὁ Κράσσος ἀνάλωσεν ἑστιάσας ἅμα τοσαύτας μυριάδας ἀνθρώπων, εἶτα θρέψας πάλιν, οὐδὲν ἦν μέρος ἃ Νικίας ἐκέκτητο σὺν οἷς ἀνάλωσεν, ὥστε θαυμάζειν, εἴ τινα λέληθε τὸ τὴν κακίαν ἀνωμαλίαν εἶναί τινα τρόπου καὶ ἀνομολογίαν, ὁρῶντα τοὺς αἰσχρῶς συλλέγοντας εἶτʼ ἀχρήστως ἐκχέοντας.

περὶ μὲν τοῦ πλούτου τοσαῦτα· τοῖς δὲ πολιτεύμασι τοῦ μὲν Νικίου πανοῦργον οὐδὲν οὐδὲ ἄδικον οὐδὲ βίαιον πρόσεστιν οὐδὲ θρασύτης, ἀλλʼ ἐξηπατᾶτο μᾶλλον ὑπὸ Ἀλκιβιάδου καὶ τῷ δήμῳ προσῄει μετʼ εὐλαβείας, τοῦ δὲ Κράσσου πολλὴν μὲν ἐν ταῖς πρὸς ἔχθραν καὶ φιλίαν μεταβολαῖς ἀπιστίαν καὶ ἀνελευθερίαν κατηγοροῦσι, βίᾳ δʼ οὐδʼ αὐτὸς ἠρνεῖτο τὴν ὑπατείαν μετιέναι, μισθωσάμενος ἄνδρας τοὺς Κάτωνι καὶ Δομιτίῳ τὰς χεῖρας προσοίσοντας.

ἐν δὲ τῇ περί τῶν ἐπαρχιῶν ψηφοφορίᾳ τοῦ δήμου πολλοὶ μὲν ἐτρώθησαν, ἔπεσον δὲ τέσσαρες, αὐτὸς δʼ, ὅπερ ἡμᾶς ἐν τῇ διηγήσει παρελήλυθε, Λεύκιον Ἀννάλιον, ἄνδρα βουλευτήν, ἀντιλέγοντα πὺξ πατάξας εἰς τὸ πρόσωπον ἐξέβαλεν ᾑμαγμένον.