Crassus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

καί πλείστας μεταβολὰς ἐν τῇ πολιτείᾳ μεταβαλλόμενος οὔτε φίλος ἦν βέβαιος οὔτε ἀνήκεστος ἐχθρός, ἀλλὰ ῥᾳδίως καί χάριτος καί ὀργῆς ἐξέπιπτεν ὑπὸ τοῦ συμφέροντος, ὥστε πολλάκις μὲν ἀνθρώπων, πολλάκις δὲ νόμων ἐν ὀλίγῳ φανῆναι τῶν αὐτῶν συνήγορος καί ἀντίδικος.

ἴσχυε δὲ καί χάριτι καί φόβῳ, φόβῳ δʼ οὐκ ἔλαττον. ὁ γοῦν πλεῖστα πράγματα παρασχὼν τοῖς καθʼ αὑτὸν ἄρχουσι καί δημαγωγοῖς, Σικίννιος, πρὸς τὸν εἰπόντα τί δὴ μόνον οὐ σπαράττει τὸν Κράσσον, ἀλλὰ παρίησι, χόρτον αὑτὸν ἔχειν ἔφησεν ἐπὶ τοῦ κέρατος, εἰώθεισαν δὲ Ῥωμαῖοι τὸν κυρίττοντα τῶν βοῶν ὑπὲρ τοῦ φυλάττεσθαι τοὺς ἐντυγχάνοντας χόρτῳ περιελίσσειν τὸ κέρας.

ἡ δὲ τῶν μονομάχων ἐπανάστασις καὶ λεηλασία τῆς Ἰταλίας, ἣν οἱ πολλοὶ Σπαρτάκειον πόλεμον ὀνομάζουσιν, ἀρχὴν ἔλαβεν ἐκ τοιαύτης αἰτίας. Λέντλου τινὸς Βατιάτου μονομάχους ἐν Καπύῃ τρέφοντος, ὧν οἱ πολλοὶ Γαλάται καὶ

p.336
Θρᾷκες ἦσαν, ἐξ αἰτιῶν οὐ πονηρῶν, ἀλλʼ ἀδικίᾳ τοῦ πριαμένου συνειρχθέντες ὑπʼ ἀνάγκης ἐπὶ τῷ μονομαχεῖν,

ἐβουλεύσαντο μὲν διακόσιοι φεύγειν, γενομένης δὲ μηνύσεως οἱ προαισθόμενοι καὶ φθάσαντες ὀγδοήκοντα δυεῖν δέοντες ἔκ τινος ὀπτανείου κοπίδας ἀράμενοι καὶ ὀβελίσκους ἐξεπήδησαν, ἐντυχόντες δὲ κατὰ τὴν ὁδὸν ἁμάξαις ὅπλα κομιζούσαις μονομάχων εἰς ἑτέραν πόλιν ἀφήρπασαν καὶ ὡπλίσαντο· καὶ τόπον τινὰ καρτερὸν καταλαβόντες ἡγεμόνας εἵλοντο τρεῖς, ὧν πρῶτος ἦν Σπάρτακος, ἀνὴρ Θρᾷξ τοῦ Νομαδικοῦ γένους, οὐ μόνον φρόνημα μέγα καὶ ῥώμην ἔχων, ἀλλὰ καὶ συνέσει καὶ πρᾳότητι τῆς τύχης ἀμείνων καὶ τοῦ γένους Ἑλληνικώτερος.

τούτῳ δὲ λέγουσιν, ὅτε πρῶτον εἰς Ῥώμην ὤνιος ἤχθη, δράκοντα κοιμωμένῳ περιπεπλεγμένον φανῆναι περὶ τὸ πρόσωπον, ἡ γυνὴ δʼ ὁμόφυλος οὖσα τοῦ Σπαρτάκου, μαντικὴ δὲ καὶ κάτοχος τοῖς περὶ τὸν Διόνυσον ὀργιασμοῖς, ἔφραζε τὸ σημεῖον εἶναι μεγάλης καὶ φοβερᾶς περὶ αὐτὸν εἰς εὐτυχὲς[*](εὐτυχὲς MSS. (including S), Coraës, and Sintenis1; Sintenis2 and Bekker adopt ἀτυχές, Reiske’s correction (an unfortunate issue).) τέλος ἐσομένης δυνάμεως· ἣ καὶ τότε συνῆν αὐτῷ καὶ συνέφευγε.

καὶ πρῶτον μὲν τούς ἐκ Καπύης ἐλθόντας ὠσάμενοι καὶ πολλῶν ὅπλων ἐπιλαβόμενοι πολεμιστηρίων ἄσμενοι ταῦτα μετελάμβανον, ἀπορρίψαντες ὡς ἄτιμα καὶ βάρβαρα τὰ τῶν μονομάχων ἔπειτα Κλωδίου στρατηγοῦ μετὰ τρισχιλίων πεμφθέντος ἐκ Ῥώμης καὶ πολιορκοῦντος αὐτοὺς ἐν ὄρει μίαν ἔχοντι καὶ χαλεπὴν καὶ

p.338
στενὴν ἄνοδον, ἣν ὁ Κλώδιος ἐφρούρει,

τὰ δʼ ἄλλα

paris.1624.548
κρημνοὺς ἀποτόμους καὶ λισσάδας, ἄμπελον δὲ πολλὴν ἀγρίαν ἐπιπολῆς πεφυκυῖαν, ἔτεμνον τῶν κλημάτων τὰ χρήσιμα, καὶ συμπλέκοντες ἐξ αὐτῶν κλιμακίδας εὐτόνους καὶ βαθείας, ὥστʼ ἄνωθεν ἀνηρτημένας παρὰ τὸ κρημνῶδες ἅπτεσθαι τῶν ἐπιπέδων, κατέβαινον ἀσφαλῶς διʼ αὐτῶν πλὴν ἑνός. οὗτος δὲ τῶν ὅπλων ἕνεκα μείνας, ἐπεὶ κατέβησαν, ἠφίει κάτω τὰ ὅπλα καὶ βαλὼν ἅπαντα τελευταῖος ἀπεσῴζετο καὶ αὐτός.