Crassus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἠνία δὲ Πομπήιος αὑτὸν εὐημερῶν ἐν ἡγεμονίαις καί πρὶν ἢ βουλῆς μεταλαβεῖν θριαμβεύων καὶ Μᾶγνος, ὅπερ ἐστὶ μέγας, ὑπὸ τῶν πολιτῶν ἀναγορευθείς, καί ποτε καί φήσαντός τινος ὡς Πομπήιος Μᾶγνος πρόσεισι, γελάσας ἠρώτησεν ὀπηλίκος.

ἀπογνοὺς δὲ τοῖς πολεμικοῖς ἐξισώσασθαι πρὸς ἐκεῖνον, ὑπεδύετο τὴν πολιτείαν, σπουδαῖς καί συνηγορίαις καί δανεισμοῖς καί τῷ συμπαραγγέλλειν καί συνεξετάζεσθαι τοῖς δεομένοις τι τοῦ δήμου κτώμενος δύναμιν ἀντίπαλον

p.332
καί δόξαν ᾗ Πομπήιος εἶχεν ἀπὸ πολλῶν καί μεγάλων στρατειῶν.

καί πρᾶγμα συνέβαινεν αὐτοῖς ἴδιον. μεῖζον γὰρ ἦν ἀπόντος ὄνομα τοῦ Πομπηίου καί κράτος ἐν τῇ πόλει διὰ τὰς στρατείας· παρὼν δὲ πολλάκις ἠλαττοῦτο τοῦ Κράσσου, διὰ τὸν ὄγκον καί τὸ πρόσχημα τοῦ βίου φεύγων τὰ πλήθη καί ἀναδυόμενος ἐξ ἀγορᾶς, καί τῶν δεομένων ὀλίγοις καί μὴ πάνυ προθύμως βοηθῶν, ὡς ἀκμαιοτέραν ἔχοι τὴν δύναμιν ὑπὲρ αὑτοῦ χρώμενος.

ὁ δὲ Κράσσος ἐνδελεχὲς τὸ χρήσιμον ἔχων καί σπάνιος οὐκ ὢν οὐδὲ δυσπρόσοδος, ἀλλʼ ἐν μέσαις ἀεὶ ταῖς σπουδαῖς ἀναστρεφόμενος, τῷ κοινῷ καί φιλανθρώπῳ περιεγίνετο τῆς ἐκείνου σεμνότητος, σώματος δὲ ἀξίωμα καί λόγου πειθὼ καί προσώπου χάριν ἀγωγὸν ἀμφοτέροις ὁμοίως προσεῖναι λέγουσιν.

οὐ μέντοι πρὸς ἔχθραν τινὰ τὸν Κράσσον ἢ κακόνοιαν ἐξήνεγκεν οὗτος ὁ ζῆλος, ἀλλὰ καί Πομπηίῳ καί Καίσαρι τιμωμένοις μὲν ὑπὲρ αὑτὸν ἤχθετο, τῇ δὲ φιλοτιμίᾳ ταύτῃ δυσμένειαν ἢ

paris.1624.547
κακοήθειαν οὐ συνῆπτε· καίτοι Καῖσαρ ὑπὸ λῃστῶν ἁλοὺς ἐν Ἀσίᾳ καὶ φρουρούμενος ἀνεβόησεν· ἡλίκης, ὦ Κράσσε, χαρᾶς ἀπολαύσεις πυθόμενος τὴν ἐμὴν ἅλωσιν.

ἀλλʼ ὕστερόν γε φιλικῶς ἀλλήλοις προσεφέροντο· καί ποτε τῷ Καίσαρι μέλλοντι μὲν εἰς Ἰβηρίαν ἐξιέναι στρατηγῷ, χρήματα δʼ οὐκ ἔχοντι τῶν δανειστῶν ἐπιπεσόντων καί τῆς παρασκευῆς

p.334
ἐπιλαμβανομένων ὁ Κράσσος οὐ περιεῖδεν, ἀλλʼ ἀπήλλαξεν ὑποθεὶς αὑτὸν ἔγγυον τριάκοντα καί ὀκτακοσίων ταλάντων.

καθόλου δὲ τῆς Ῥώμης εἰς τρεῖς νενεμημένης δυνάμεις, τὴν Πομπηίου, τὴν Καίσαρος, τὴν Κράσσου Κάτωνος γὰρ ἡ δόξα μείζων ἦν τῆς δυνάμεως, καί τὸ θαυμαζόμενον πλέον ἴσχυεν, ἡ μὲν ἔμφρων καί καθεστῶσα μερὶς ἐν τῇ πόλει Πομπήιον ἐθεράπευε, τὸ δʼ ὀξὺ καί φερόμενον μετʼ εὐχερείας ταῖς Καίσαρος ἐλπίσιν ἐπηκολούθει, Κράσσος δὲ μέσος ὢν ἀμφοτέραις ἐχρῆτο,

καί πλείστας μεταβολὰς ἐν τῇ πολιτείᾳ μεταβαλλόμενος οὔτε φίλος ἦν βέβαιος οὔτε ἀνήκεστος ἐχθρός, ἀλλὰ ῥᾳδίως καί χάριτος καί ὀργῆς ἐξέπιπτεν ὑπὸ τοῦ συμφέροντος, ὥστε πολλάκις μὲν ἀνθρώπων, πολλάκις δὲ νόμων ἐν ὀλίγῳ φανῆναι τῶν αὐτῶν συνήγορος καί ἀντίδικος.

ἴσχυε δὲ καί χάριτι καί φόβῳ, φόβῳ δʼ οὐκ ἔλαττον. ὁ γοῦν πλεῖστα πράγματα παρασχὼν τοῖς καθʼ αὑτὸν ἄρχουσι καί δημαγωγοῖς, Σικίννιος, πρὸς τὸν εἰπόντα τί δὴ μόνον οὐ σπαράττει τὸν Κράσσον, ἀλλὰ παρίησι, χόρτον αὑτὸν ἔχειν ἔφησεν ἐπὶ τοῦ κέρατος, εἰώθεισαν δὲ Ῥωμαῖοι τὸν κυρίττοντα τῶν βοῶν ὑπὲρ τοῦ φυλάττεσθαι τοὺς ἐντυγχάνοντας χόρτῳ περιελίσσειν τὸ κέρας.