Crassus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἠνία δὲ Πομπήιος αὑτὸν εὐημερῶν ἐν ἡγεμονίαις καί πρὶν ἢ βουλῆς μεταλαβεῖν θριαμβεύων καὶ Μᾶγνος, ὅπερ ἐστὶ μέγας, ὑπὸ τῶν πολιτῶν ἀναγορευθείς, καί ποτε καί φήσαντός τινος ὡς Πομπήιος Μᾶγνος πρόσεισι, γελάσας ἠρώτησεν ὀπηλίκος.

ἀπογνοὺς δὲ τοῖς πολεμικοῖς ἐξισώσασθαι πρὸς ἐκεῖνον, ὑπεδύετο τὴν πολιτείαν, σπουδαῖς καί συνηγορίαις καί δανεισμοῖς καί τῷ συμπαραγγέλλειν καί συνεξετάζεσθαι τοῖς δεομένοις τι τοῦ δήμου κτώμενος δύναμιν ἀντίπαλον

p.332
καί δόξαν ᾗ Πομπήιος εἶχεν ἀπὸ πολλῶν καί μεγάλων στρατειῶν.

καί πρᾶγμα συνέβαινεν αὐτοῖς ἴδιον. μεῖζον γὰρ ἦν ἀπόντος ὄνομα τοῦ Πομπηίου καί κράτος ἐν τῇ πόλει διὰ τὰς στρατείας· παρὼν δὲ πολλάκις ἠλαττοῦτο τοῦ Κράσσου, διὰ τὸν ὄγκον καί τὸ πρόσχημα τοῦ βίου φεύγων τὰ πλήθη καί ἀναδυόμενος ἐξ ἀγορᾶς, καί τῶν δεομένων ὀλίγοις καί μὴ πάνυ προθύμως βοηθῶν, ὡς ἀκμαιοτέραν ἔχοι τὴν δύναμιν ὑπὲρ αὑτοῦ χρώμενος.