Crassus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἀλλʼ ἔν γε τῷ περὶ τὴν Ῥώμην ἀγῶνι πάντων γενομένῳ μεγίστῳ καὶ τελευταίῳ Σύλλας μὲν ἡττήθη, τῶν κατʼ αὑτὸν ὠσθέντων καὶ συντριβέντων, Κράσσος δὲ τὸ δεξιὸν κέρας ἔχων ἐνίκησε καὶ μέχρι νυκτὸς διώξας τοὺς πολεμίους ἔπεμψε πρὸς Σύλλαν, δεῖπνον αἰτῶν τοῖς στρατιώταις καὶ τὸ κατόρθωμα φράζων. ἐν δὲ ταῖς προγραφαῖς καὶ δημεύσεσι πάλιν κακῶς ἤκουσεν, ὠνούμενός τε τιμῆς βραχείας μεγάλα πράγματα καὶ δωρεὰς αἰτῶν.

ἐν δὲ Βρεττίοις λέγεται καὶ προγράψαι τινὰ οὐ Σύλλα κελεύσαντος, ἀλλʼ ἐπὶ χρηματισμῷ, διʼ ὃ καὶ Σύλλαν καταγνόντα πρὸς μηθὲν ἔτι χρῆσθαι δημόσιον αὐτῷ. καίτοι δεινότατος ἦν Κράσσος πάντας ἀνθρώπους κολακείᾳ κατεργάσασθαι, πάλιν δʼ αὐτὸς ὑπὸ πάντων διὰ κολακείας εὐάλωτος, ἴδιον δὲ κἀκεῖνο περὶ αὐτοῦ λέγεται, φιλοκερδέστατον ὄντα μάλιστα μισεῖν καὶ λοιδορεῖν τοὺς ὁμοίους.

ἠνία δὲ Πομπήιος αὑτὸν εὐημερῶν ἐν ἡγεμονίαις καί πρὶν ἢ βουλῆς μεταλαβεῖν θριαμβεύων καὶ Μᾶγνος, ὅπερ ἐστὶ μέγας, ὑπὸ τῶν πολιτῶν ἀναγορευθείς, καί ποτε καί φήσαντός τινος ὡς Πομπήιος Μᾶγνος πρόσεισι, γελάσας ἠρώτησεν ὀπηλίκος.

ἀπογνοὺς δὲ τοῖς πολεμικοῖς ἐξισώσασθαι πρὸς ἐκεῖνον, ὑπεδύετο τὴν πολιτείαν, σπουδαῖς καί συνηγορίαις καί δανεισμοῖς καί τῷ συμπαραγγέλλειν καί συνεξετάζεσθαι τοῖς δεομένοις τι τοῦ δήμου κτώμενος δύναμιν ἀντίπαλον

p.332
καί δόξαν ᾗ Πομπήιος εἶχεν ἀπὸ πολλῶν καί μεγάλων στρατειῶν.

καί πρᾶγμα συνέβαινεν αὐτοῖς ἴδιον. μεῖζον γὰρ ἦν ἀπόντος ὄνομα τοῦ Πομπηίου καί κράτος ἐν τῇ πόλει διὰ τὰς στρατείας· παρὼν δὲ πολλάκις ἠλαττοῦτο τοῦ Κράσσου, διὰ τὸν ὄγκον καί τὸ πρόσχημα τοῦ βίου φεύγων τὰ πλήθη καί ἀναδυόμενος ἐξ ἀγορᾶς, καί τῶν δεομένων ὀλίγοις καί μὴ πάνυ προθύμως βοηθῶν, ὡς ἀκμαιοτέραν ἔχοι τὴν δύναμιν ὑπὲρ αὑτοῦ χρώμενος.

ὁ δὲ Κράσσος ἐνδελεχὲς τὸ χρήσιμον ἔχων καί σπάνιος οὐκ ὢν οὐδὲ δυσπρόσοδος, ἀλλʼ ἐν μέσαις ἀεὶ ταῖς σπουδαῖς ἀναστρεφόμενος, τῷ κοινῷ καί φιλανθρώπῳ περιεγίνετο τῆς ἐκείνου σεμνότητος, σώματος δὲ ἀξίωμα καί λόγου πειθὼ καί προσώπου χάριν ἀγωγὸν ἀμφοτέροις ὁμοίως προσεῖναι λέγουσιν.

οὐ μέντοι πρὸς ἔχθραν τινὰ τὸν Κράσσον ἢ κακόνοιαν ἐξήνεγκεν οὗτος ὁ ζῆλος, ἀλλὰ καί Πομπηίῳ καί Καίσαρι τιμωμένοις μὲν ὑπὲρ αὑτὸν ἤχθετο, τῇ δὲ φιλοτιμίᾳ ταύτῃ δυσμένειαν ἢ

paris.1624.547
κακοήθειαν οὐ συνῆπτε· καίτοι Καῖσαρ ὑπὸ λῃστῶν ἁλοὺς ἐν Ἀσίᾳ καὶ φρουρούμενος ἀνεβόησεν· ἡλίκης, ὦ Κράσσε, χαρᾶς ἀπολαύσεις πυθόμενος τὴν ἐμὴν ἅλωσιν.