Crassus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ταῦτα διέκαιε καὶ παρώξυνε τὸν Κράσσον οὐκ ἀλόγως ἐλασσούμενον. Ἐμπειρίᾳς τε γὰρ ἐνδεὴς ἦν καὶ τῶν πράξεων αὐτοῦ τὴν χάριν ἀφῄρουν αἱ συγγενεῖς κῆρες ἐπιφερόμεναι, φιλοκέρδεια καὶ μικρολογία. καὶ γὰρ πόλιν Ὀμβρικὴν Τουδερτίαν ἑλών ἔδοξε

p.330
πλεῖστα τῶν χρημάτων σφετερίσασθαι, καὶ διεβλήθη πρὸς Σύλλαν.

ἀλλʼ ἔν γε τῷ περὶ τὴν Ῥώμην ἀγῶνι πάντων γενομένῳ μεγίστῳ καὶ τελευταίῳ Σύλλας μὲν ἡττήθη, τῶν κατʼ αὑτὸν ὠσθέντων καὶ συντριβέντων, Κράσσος δὲ τὸ δεξιὸν κέρας ἔχων ἐνίκησε καὶ μέχρι νυκτὸς διώξας τοὺς πολεμίους ἔπεμψε πρὸς Σύλλαν, δεῖπνον αἰτῶν τοῖς στρατιώταις καὶ τὸ κατόρθωμα φράζων. ἐν δὲ ταῖς προγραφαῖς καὶ δημεύσεσι πάλιν κακῶς ἤκουσεν, ὠνούμενός τε τιμῆς βραχείας μεγάλα πράγματα καὶ δωρεὰς αἰτῶν.

ἐν δὲ Βρεττίοις λέγεται καὶ προγράψαι τινὰ οὐ Σύλλα κελεύσαντος, ἀλλʼ ἐπὶ χρηματισμῷ, διʼ ὃ καὶ Σύλλαν καταγνόντα πρὸς μηθὲν ἔτι χρῆσθαι δημόσιον αὐτῷ. καίτοι δεινότατος ἦν Κράσσος πάντας ἀνθρώπους κολακείᾳ κατεργάσασθαι, πάλιν δʼ αὐτὸς ὑπὸ πάντων διὰ κολακείας εὐάλωτος, ἴδιον δὲ κἀκεῖνο περὶ αὐτοῦ λέγεται, φιλοκερδέστατον ὄντα μάλιστα μισεῖν καὶ λοιδορεῖν τοὺς ὁμοίους.

ἠνία δὲ Πομπήιος αὑτὸν εὐημερῶν ἐν ἡγεμονίαις καί πρὶν ἢ βουλῆς μεταλαβεῖν θριαμβεύων καὶ Μᾶγνος, ὅπερ ἐστὶ μέγας, ὑπὸ τῶν πολιτῶν ἀναγορευθείς, καί ποτε καί φήσαντός τινος ὡς Πομπήιος Μᾶγνος πρόσεισι, γελάσας ἠρώτησεν ὀπηλίκος.