Crassus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

οἱ δὲ περὶ τὸν Κράσσον ἰδόντες προσερχομένας ἔδεισαν μὴ καταφανὲς καὶ γνώριμον εἴη τὸ χωρίον ἀνέκρινον οὖν αὐτάς τί βούλονται καί τίνες εἰσίν. ὡς δʼ ἀπεκρίναντο δεδιδαγμέναι δεσπότην ζητεῖν ἐνταῦθα κρυπτόμενον, μαθὼν ὁ Κράσσος τοῦ Οὐιβίου τήν πρὸς αὐτὸν παιδιὰν καί φιλοφροσύνην ἀνέλαβε τὰς παιδίσκας·

καί συνῆσαν αὐτῷ τὸν λοιπὸν χρόνον, ὧν ἐδεῖτο φράζουσαι καί διαγγέλλουσαι πρὸς τὸν Οὐίβιον. τούτων φησὶ τήν ἑτέραν ἤδη πρεσβῦτιν οὖσαν ὁ Φαινεστέλλας ἰδεῖν αὐτός, καί πολλάκις ἀκοῦσαι μεμνημένης ταῦτα καί διεξιούσης προθύμως.

ὁ δὲ Κράσσος ὀκτὼ μῆνας οὕτω διαγαγὼν καὶ διακλαπείς, ἅμα τῷ πυθέσθαι τὴν Κίννα τελευτὴν φανερὸς γενόμενος, συνδραμόντων πρὸς αὑτὸν οὐκ ὀλίγων ἀνθρώπων, ἐπιλεξάμενος δισχιλίους καὶ πεντακοσίους ἐπήρχετο τὰς πόλεις· καὶ μίαν γε διήρπασε Μαλάκην, ὡς πολλοὶ γεγράφασιν, αὐτὸν δέ φασιν ἀρνεῖσθαι καὶ διαμάχεσθαι πρὸς τοὺς λέγοντας.