Crassus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἀμοιρεῖ δʼ οὔτε ὕδατος οὔτε φωτός, ἀλλὰ πηγὴ μέν ἡδίστου νάματος ὑπορρεῖ παρὰ τὸν κρημνόν, αὐτοφυεῖς δὲ ῥωχμοὶ τῆς πέτρας ᾗ μάλιστα περιπίπτει τὸ φῶς ἔξωθεν ὑπολαμβάνουσι, καὶ καταλάμπεται ἡμέρας τὸ χωρίον, ὁ δʼ ἐντὸς ἀὴρ ἀστάλακτος καὶ καθαρός, πυκνότητι τῆς πέτρας τὸ νοτερὸν καὶ ἀποτηκόμενον εἰς τὴν πηγὴν ἐκπιεζούσης.

ἐνταῦθα διατρίβοντι τῷ Κράσσῳ τὰ ἐπιτήδεια καθʼ ἡμέραν ἐφοίτα κομίζων ὁ ἄνθρωπος, αὐτὸς μὲν οὐχ ὁρῶν ἐκείνους οὐδὲ γινώσκων, ὑπʼ ἐκείνων δὲ καθορώμενος εἰδότων καί παραφυλαττόντων τὸν καιρόν. ἦν δʼ ἄφθονα καί πρὸς ἡδονήν, οὐ μόνον χρείαν, ποιούμενα τὰ πρὸς τὸ δεῖπνον.

ἐγνώκει γὰρ ὁ Οὐίβιος ἁπάσῃ φιλοφροσύνῃ θεραπεύειν τὸν Κράσσον, ᾧ γε καί τὸ τῆς ὥρας ἐν νῷ λαβεῖν ἐπῆλθεν, ὡς παντάπασι νεανίας εἴη καί τι καί ταῖς καθʼ ἡλικίαν ἡδοναῖς αὐτοῦ χαριστέον, ἐπεὶ τήν γε χρείαν ἀναγκαίως

p.326
μᾶλλον ἢ προθύμως ὑπουργοῦντος εἶναι, δύο δὴ θεραπαινίδας εὐπρεπεῖς ἀναλαβὼν ἐβάδιζεν ἐπὶ τήν θάλασσαν, ὡς δʼ ἦλθεν ἐπὶ τὸν τόπον, δείξας τήν ἄνοδον ἐκέλευεν εἴσω πορεύεσθαι καί θαρρεῖν.

οἱ δὲ περὶ τὸν Κράσσον ἰδόντες προσερχομένας ἔδεισαν μὴ καταφανὲς καὶ γνώριμον εἴη τὸ χωρίον ἀνέκρινον οὖν αὐτάς τί βούλονται καί τίνες εἰσίν. ὡς δʼ ἀπεκρίναντο δεδιδαγμέναι δεσπότην ζητεῖν ἐνταῦθα κρυπτόμενον, μαθὼν ὁ Κράσσος τοῦ Οὐιβίου τήν πρὸς αὐτὸν παιδιὰν καί φιλοφροσύνην ἀνέλαβε τὰς παιδίσκας·