Crassus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

κρότῳ δὲ τῶν Πάρθων μετὰ κραυγῆς καὶ χαρᾶς ἀραμένων, τὸν μὲν Σιλλάκην κατέκλιναν οἱ ὑπηρέται βασιλέως κελεύσαντος, ὁ δʼ Ἰάσων τὰ μὲν τοῦ Πενθέως σκευοποιήματα παρέδωκέ τινι τῶν χορευτῶν, τῆς δὲ τοῦ Κράσσου κεφαλῆς λαβόμενος καὶ ἀναβακχεύσας ἐπέραινεν ἐκεῖνα τὰ μέλη μετʼ ἐνθουσιασμοῦ καὶ ᾠδῆς·

  1. φέρομεν ἐξ ὄρεος
  2. ἕλικα νεότομον ἐπὶ μέλαθρα,
  3. μακαρίαν θήραν.[*](Euripides, Bacchae, 1170-72 (Kirchhoff μακάριον).)
p.422
καὶ ταῦτα μὲν πάντας ἔτερπεν·

ᾀδομένων δὲ τῶν

paris.1624.565
ἑφεξῆς ἀμοιβαίων πρὸς τὸν χορόν,
Χόρος
  1. τίς ἐφόνευσεν;
Ἀγαύη
  1. ἐμὸν τὸ γέρας·[*](Euripides, Bacchae, 1179 (Kirchhoff, XO. τίς ἁ βαλοῦσα πρῶτα;).)
ἀναπηδήσας ὁ Πομαξάθρης ἐτύγχανε δὲ δειπνῶν ἀντελαμβάνετο τῆς κεφαλῆς, ὡς ἑαυτῷ λέγειν ταῦτα μᾶλλον ἢ; ἐκείνῳ προσῆκον. ἡσθεὶς δʼ ὁ βασιλεὺς τὸν μὲν οἷς πάτριόν ἐστιν ἐδωρήσατο, τῷ δʼ Ἰάσονι τάλαντον ἔδωκεν. εἰς τοιοῦτό φασιν ἐξόδιον τὴν Κράσσου στρατηγίαν ὥσπερ τραγῳδίαν τελευτῆσαι.

δίκη μέντοι καὶ τῆς ὠμότητος Ὑρώδην καὶ τῆς ἐπιορκίας Σουρήναν ἀξία μετῆλθεν. Σουρήναν μὲν γὰρ οὐ μετὰ πολὺν χρόνον Ὑρώδης φθόνῶ τῆς δόξης ἀπέκτεινεν, Ὑρώδῃ δὲ ἀποβαλόντι Πάκορον ὑπὸ Ῥωμαίων μάχῃ κρατηθέντα, καὶ νοσήσαντι νόσον εἰς ὓδρωπα τραπεῖσαν, Φραάτης ὁ υἱὸς ἐπιβουλεύων ἀκόνιτον ἔδωκεν. ἀναδεξαμένης δὲ τῆς νόσου τὸ φάρμακον εἰς ἑαυτὴν, ὥστε συνεκκριθῆναι, καὶ τοῦ σώματος κουφισθέντος, ἐπὶ τὴν ταχίστην τῶν ὁδῶν ἐλθὼν ὁ Φραάτης ἀπέπνιξεν αὐτόν.