Crassus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ταῦτα τοῦ Σουρήνα λέγοντος οἱ μὲν ἄλλοι

paris.1624.563
προθύμως ἐδέξαντο καὶ περιχαρεῖς ἦσαν, ὁ δὲ Κράσσος οὐδὲν ὅ τι μὴ διʼ ἀπάτης ἐσφαλμένος ὑπʼ αὐτῶν, καὶ τὸ αἰφνίδιον τῆς μεταβολῆς ἄλογον ἡγούμενος, οὐχ ὑπήκουεν, ἀλλʼ ἐβουλεύετο.

τῶν δὲ στρατιωτῶν βοώντων καὶ κελευόντων, εἶτα λοιδορούντων καὶ κακιζόντων ὡς προβάλλοντα μαχουμένους αὐτοὺς οἷς αὐτὸς ἀνόπλοις εἰς λόγους οὐ θαρρεῖ συνελθεῖν, πρῶτον μὲν ἐπειρᾶτο δεῖσθαι καὶ λέγειν ὅτι τὸ λειπόμενον μέρος τῆς ἡμέρας διακαρτερήσαντες ἐν τοῖς ὀρεινοῖς καὶ τραχέσι δύνανται διὰ νυκτὸς ἰέναι, καὶ τὴν ὁδὸν ἐδείκνυε, καὶ παρεκάλει τὴν ἐλπίδα μὴ προέσθαι τῆς σωτηρίας ἐγγὺς οὔσης.

ὡς δὲ χαλεπαίνοντες αὐτῷ καὶ τὰ ὅπλα κρούοντες ἠπείλουν, φοβηθεὶς ἐχώρει, καὶ τοσοῦτον εἶπε μεταστραφείς Ὀκταούϊε καὶ Πετρώνιε καὶ ὅσοι πάρεστε Ῥωμαίων ἄρχοντες, ὑμεῖς ὁρᾶτε τῆς ἐμῆς ὁδοῦ τὴν ἀνάγκην, καὶ σύνιστε παρόντες ὡς αἰσχρὰ πάσχω καὶ βίαια τοῖς δʼ ἄλλοις ἅπασιν ἀνθρώποις λέγετε σωθέντες ὡς Κράσσος ἀπατηθεὶς ὑπὸ τῶν πολεμίων, οὐκ ἐκδοθεὶς ὑπὸ τῶν πολιτῶν ἀπώλετο.

οὐ μὴν ἔμειναν οἱ περὶ τόν Ὀκταούϊον, ἀλλὰ συγκατέβαινον ἀπὸ τοῦ λόφου· τοὺς δὲ ῥαβδούχους ἑπομένους ὁ Κράσσος ἀπήλασεν. πρῶτοι δὲ τῶν βαρβάρων ἀπήντησαν αὐτῷ δύο μιξέλληνες, οἳ καὶ προσεκύνησαν τόν Κράσσον ἀπὸ τῶν ἵππων ἁλόμενοι, καὶ προσαγορεύσαντες ἑλλάδι φωνῇ παρεκάλουν προπέμψαι τινάς, οἷς

p.414
ἐπιδείξεται Σουρήνας ἑαυτὸν καὶ τοὺς περὶ αὑτὸν ἀνόπλους καὶ ἀσιδήρους προσερχομένους.

ὁ δὲ Κράσσος ἀπεκρίνατο μέν ὡς, εἰ καὶ τόν ἐλάχιστον εἶχε τοῦ ζῆν λόγον, οὐκ ἂν εἷς χεῖρας αὐτοῖς ἦλθεν, ὅμως δὲ δύο Ῥωσκίους ἀδελφοὺς ἔπεμψε πευσομένους ἐπί τίσι καὶ πόσοι συνίασιν. οὓς εὐθὺς συλλαβὼν ὁ Σουρήνας κατέσχεν, αὐτὸς δὲ μετὰ τῶν ἀρίστων ἱππότης προσῄει καὶ τί τοῦτʼ, ἔφη, πεζὸς ὁ Ῥωμαίων αὐτοκράτωρ, ἡμεῖς δὲ ὀχούμεθα ; καὶ προσαγαγεῖν ἐκέλευσεν ἵππον αὐτῷ.