Crassus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἐπεὶ δὲ νυκτομαχεῖν οὐ πάτριον αὐτοῖς ἐστιν οὐδὲ ῥᾴδιον, ἐξῄει δὲ νύκτωρ ὁ Κράσσος, ὅπως μὴ καθυστερήσωσι πολὺ τῇ διώξει στρατηγῶν ὁ Ἀνδρόμαχος ἄλλοτε ἄλλας ὁδοὺς ὑφηγεῖτο, καὶ τέλος ἐξέτρεψεν εἰς ἕλη βαθέα καὶ χωρία τάφρων μεστὰ τὴν πορείαν, χαλεπὴν καὶ πολυπλανῆ γινομένην τοῖς ἐπισπομένοις.

ἐγένοντο γάρ τινες οἳ μηδὲν ὑγιὲς τὸν Ἀνδρόμαχον στρέφειν καὶ περιελίττειν εἰκάσαντες οὐκ ἠκολούθησαν, ἀλλὰ Κάσσιος μὲν ἐπανῆλθεν εἰς Κάρρας πάλιν, καὶ τῶν ὁδηγῶν Ἄραβες δʼ ἦσαν ἀναμένειν κελευόντων ἄχρι ἂν σελήνη παραλλάξῃ τὸν σκορπίον, ἀλλʼ ἔγωγε, εἰπών, ἔτι τοῦτον μᾶλλον φοβοῦμαι τὸν τοξότην, ἀπήλαυνεν εἰς Συρίαν μεθʼ ἱππέων πεντακοσίων·

ἄλλοι δὲ χρησάμενοι πιστοῖς ὁδηγοῖς ἐλάβοντο χωρίων ὀρεινῶν, ἃ καλεῖται Σίννακα, καὶ κατέστησαν ἐν ἀσφαλεῖ πρὸ ἡμέρας, οὗτοι περὶ πεντακισχιλίους ἦσαν ἡγεῖτο δʼ αὐτῶν ἀνὴρ ἀγαθὸς Ὀκταούϊος. τὸν δὲ Κράσσον ἡμέρα κατελάμβανεν ἐπιβουλευόμενον[*](ἐπιβουλευόμενον Bekker reads ἔτι ἀγόμενον (still led), with Pseudo-Appian.) ὑπʼ Ἀνδρομάχου περὶ τὰς δυσχωρίας καὶ τὸ ἕλος.