Crassus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

οἱ δὲ Πάρθοι νυκτὸς μὲν αἰσθόμενοι τὴν ἀπόδρασιν οὐκ ἐδίωκον, ἅμα δʼ ἡμέρᾳ τοὺς μὲν ἐν τῷ στρατοπέδῳ καταλειφθέντας οὐ μείους τετρακισχιλίων ἐπελθόντες ἀπέσφαξαν, ἐν δὲ τῷ πεδίῳ πλανωμένους πολλοὺς ἱππασάμενοι συνέλαβον.

τέσσαρας δʼ ὁμοῦ σπείρας, ἃς ἔτι νυκτὸς ἀπέρρηξε Βαργοντήιος ὁ πρεσβευτής, ἐκπεσούσας τῆς ὁδοῦ περισχόντες ἔν τινι λόφῳ διέφθειραν ἀμυνομένας, πλὴν ἀνδρῶν εἴκοσιν. τούτους δὲ γυμνοῖς τοῖς ξίφεσιν ὠθουμένους διʼ αὐτῶν θαυμάσαντες εἶξαν, καὶ διέξοδον ἀπιοῦσι βάδην εἰς τὰς Κάρρας ἐδίδοσαν. τῷ δὲ Σουρήνᾳ προσέπεσε ψευδὴς λόγος ἐκπεφευγέναι Κράσσον μετὰ τῶν ἀρίστων, τὸ δʼ εἰς Κάρρας συνερρυηκὸς ὄχλον εἶναι σύμμικτον οὐκ ἀξίων σπουδῆς ἀνθρώπων.

οἰόμενος οὖν

p.406
ἀποβεβληκέναι τὸ τῆς νίκης τέλος, ἔτι δʼ ἀμφιδοξῶν καὶ μαθεῖν βουλόμενος τἀληθές, ὅπως ἢ προσμένων ἐνταῦθα πολιορκοίη Κράσσον ἢ διώκοι χαίρειν ἐάσας Καρρηνούς, ὑποπέμπει τινὰ τῶν παρʼ αὐτῷ διγλώττων πρὸς τὰ τείχη, κελεύσας ἱέντα Ῥωμαϊκὴν διάλεκτον καλεῖν Κράσσον αὐτὸν ἢ Κάσσιον, ὡς Σουρήνα διὰ λόγων ἐθέλοντος αὐτοῖς συγγενέσθαι.

ταῦτα τοῦ διγλώττου φράσαντος, ὡς ἀπηγγέλη τοῖς περὶ Κράσσον, ἐδέχοντο τὰς προκλήσεις· καὶ μετὰ μικρὸν ἧκον ἀπὸ τῶν βαρβάρων Ἄραβες, οἳ Κράσσον εὖ καὶ Κάσσιον ἀπʼ ὄψεως ἐγνώριζον, ἐν τῷ στρατοπέδῳ πρὸ τῆς μάχης γεγονότες. οὗτοι τὸν Κάσσιον ἰδόντες ἀπὸ τοῦ τείχους, ἔλεγον ὅτι Σουρήνας σπένδεται καὶ δίδωσιν αὐτοῖς φίλοις οὖσι βασιλέως σῴζεσθαι, Μεσοποταμίαν ἐκλιποῦσιν· τοῦτο γὰρ ὁρᾶν λυσιτελὲς ἀμφοτέροις πρὸ τῆς ἐσχάτης ἀνάγκης.

δεξαμένου δὲ τοῦ Κασσίου, καὶ τόπον ὁρισθῆναι καὶ χρόνον ἀξιοῦντος, ἐν ᾧ συνίασι

paris.1624.562
Σουρήνας καὶ Κράσσος, οὕτω φάμενοι ποιήσειν ἀπήλαυνον.