Crassus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

τοιαῦτα λέγων καὶ παραθαρσύνων ὁ Κράσσος οὐ πολλοὺς ἑώρα προθύμως ὑπακούοντας, ἀλλὰ καὶ συναλαλάξαι κελεύσας ἤλεγξε τοῦ στρατοῦ τήν κατήφειαν, ὡς ἀσθενῆ καὶ ὀλίγην καὶ ἀνώμαλον κραυγὴν ἐποιήσαντο· ἡ δὲ παρὰ τῶν βαρβάρων λαμπρὰ καὶ θρασεῖα κατεῖχεν. τραπομένων δὲ πρὸς ἔργον οἱ μὲν ἱππόται[*](ἱππόται with the MSS. (including S): οἰκέται καὶ πελάται (slaves and vassals).) πλάγιοι περιελαύνοντες ἐτόξευον, αὐτοὶ δὲ τοῖς κοντοῖς οἱ πρότακτοι χρώμενοι συνέστελλον εἰς ὀλίγον τοὺς Ῥωμαίους,

πλὴν ὅσοι τὸν ὑπὸ τῶν τοξευμάτων φεύγοντες θάνατον ἀπετόλμων παραβόλως εἰς αὐτοὺς φέρεσθαι, μικρὰ μὲν βλάπτοντες, ὀξέως δὲ θνῄσκοντες ὑπὸ τραυμάτων μεγάλων καὶ καιρίων, παχὺν ἐπωθούντων τῷ σιδήρῳ τὸν κοντόν εἰς τοὺς ἵππους, πολλάκις δὲ καὶ διὰ δυεῖν ἀνδρῶν ὑπὸ ῥύμης διαπορευόμενον. οὕτω δὲ ἀγωνισάμενοι νυκτὸς ἐπιούσης ἀπηλλάγησαν, εἰπόντες ὅτι Κράσσῳ χαρίζονται νύκτα μίαν ἀποθρηνῆσαι τὸν υἱόν, ἢν ἄρα μὴ βέλτιον ὑπὲρ ἑαυτοῦ σκεψάμενος ἐλθεῖν μᾶλλον ἐθελήσῃ πρὸς Ἀρσάκην ἢ κομισθῆναι.

οὗτοι μὲν οὖν ἐπαυλισάμενοι πλησίον ἐν ἐλπίσι μεγάλαις ἦσαν νὺξ δὲ χαλεπὴ τοὺς Ῥωμαίους κατελάμβανεν, οὔτε ταφῆς τῶν κειμένων οὔτε θεραπείας τῶν τετρωμένων καὶ ψυχορραγούντων ποιουμένους λόγον, ἑκάστου δʼ ἑαυτὸν ἀποκλαίοντος. ἄφυκτα γὰρ ἐφαίνετο τήν τε ἡμέραν αὐτοῦ προσμείνασι καὶ νύκτωρ εἰς πεδίον ἀχανὲς

p.402
ἐμβαλοῦσιν· οἵ τε τραυματίαι πολλὴν ἀπορίαν παρεῖχον, καὶ κομίζειν, ἐμποδὼν τῷ τάχει τῆς φυγῆς ἐσόμενοι, καὶ ἀπολείπειν, βοῇ τήν ἀπόδρασιν ἐξαγγελοῦντες.

τοῦ δὲ Κράσσου, καίπερ αἴτιον ἁπάντων νομίζοντες, ἐπόθουν ὅμως τήν τε ὄψιν καὶ τήν φωνήν. ὁ δὲ καθʼ ἑαυτὸν ἐγκεκαλυμμένος

paris.1624.561
ὑπὸ σκότους ἔκειτο, παράδειγμα τοῖς πολλοῖς τύχης, τοῖς δʼ εὖ φρονοῦσιν ἀβουλίας καὶ φιλοτιμίας, διʼ ἣν οὐκ ἠγάπα πρῶτος ὢν καὶ μέγιστος ἐν μυριάσιν ἀνθρώπων τοσαύταις, ἀλλʼ ὅτι δυεῖν μόνον ἀνδρῶν ὕστερος ἐκρίνετο, τοῦ παντὸς ἀποδεῖν νομίζων.

τότε δʼ οὖν αὑτὸν Ὀκταούϊος ὁ πρεσβευτὴς καὶ Κάσσιος ἀνίστασαν καὶ παρεθάρρυνον, ὡς δʼ ἀπηγορεύκει παντάπασιν, αὐτοὶ συγκαλέσαντες ἑκατοντάρχας καὶ λοχαγούς, ὡς ἔδοξε βουλευομένοις μὴ μένειν, ἀνίστασαν τὸν στρατὸν ἄνευ σάλπιγγος καὶ διʼ ἡσυχίας τὸ πρῶτον· εἶτʼ αἰσθομένων ὡς ἀπελείποντο τῶν ἀδυνάτων, ἀκοσμία δεινὴ καὶ σύγχυσις μετʼ οἰμωγῆς καὶ βοῆς τὸ στρατόπεδον κατεῖχεν.

ἐκ τούτου δὲ ταραχὴ καὶ πτοία προϊόντας αὐτοὺς ὑπελάμβανεν, ὡς ἐπιφερομένων τῶν πολεμίων, καὶ πολλάκις μὲν ἐκτρεπόμενοι, πολλάκις δὲ εἰς τάξιν καθιστάμενοι, τῶν δὲ τραυματιῶν ὅσοι παρηκολούθουν τοὺς μὲν ἀναλαμβάνοντες, τοὺς δὲ ἀποτιθέμενοι, διατριβὴν εἶχον, πλὴν τριακοσίων ἱππέων, οὓς Ἰγνάτιος ἔχων προσέμιξε ταῖς Κάρραις περὶ μέσας νύκτας.

φθεγξάμενος δὲ Ῥωμαϊστὶ τοῖς τειχοφυλακοῦσιν,

p.404
ὡς ὑπήκουσαν, ἐκέλευσε Κοπωνίῳ τῷ ἄρχοντι φράζειν ὅτι γέγονε μάχη μεγάλη Κράσσῳ πρὸς Πάρθους, ἄλλο δʼ οὐδὲν εἰπὼν οὐδʼ αὑτὸν ὅστις ἦν ἀπήλαυνεν ἐπὶ τὸ Ζεῦγμα, καὶ διέσωσε μὲν τοὺς σὺν αὑτῷ, κακῶς δʼ ἤκουσε καταλιπὼν τὸν στρατηγόν.

οὐ μὴν ἀλλʼ ὤνησέ γε τὸν Κράσσον ἡ προσριφεῖσα τότε τῷ Κοπωνίῳ φωνή· συμφρονήσας γὰρ ὅτι οὐδὲν χρηστὸν ἀγγέλλειν ἔχοντός ἐστι τὸ τάχος καὶ τὸ συγκεχυμένον τοῦ λόγου, παρήγγειλεν εὐθὺς ἐξοπλίζεσθαι τοὺς στρατιώτας· καὶ ἅμα τῷ πρῶτον αἰσθέσθαι τὸν Κράσσον ἐν ὁδῷ γεγενημένον ἀπαντήσας ἀνελάμβανε καὶ παρέπεμπε τήν στρατιὰν εἰς τήν πόλιν.