Crassus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

Πάρθοι γὰρ οὐ κέρασιν οὐδὲ σάλπιγξιν ἐποτρύνουσιν ἑαυτοὺς εἰς μάχην, ἀλλὰ ῥόπτρα βυρσοπαγῆ καὶ κοῖλα περιτείναντες ἠχείοις χαλκοῖς ἅμα πολλαχόθεν ἐπιδουποῦσι, τὰ δὲ φθέγγεται βύθιόν τι καὶ δεινόν, ὠρυγῇ θηριώδει καὶ τραχύτητι βροντῆς μεμιγμένον, εὖ πως συνεωρακότες ὅτι τῶν αἰσθητηρίων ἀκοὴ ταρακτικώτατόν ἐστὶ τῆς ψυχῆς καὶ τὰ περὶ ταύτην πάθη τάχιστα κινεῖ καὶ μάλιστα ἐξίστησι τὴν διάνοιαν.

ἐκπεπληγμένων δὲ τῶν Ῥωμαίων διὰ τὸν ἦχον, ἐξαίφνης τὰ προκαλύμματα τῶν ὅπλων καταβαλόντες ὤφθησαν αὐτοί τε φλογοειδεῖς κράνεσι καὶ θώραξι, τοῦ Μαργιανοῦ σιδήρου στίλβοντος ὀξὺ καὶ περιλαμπές, οἵ θʼ ἵπποι καταπεφραγμένοι χαλκοῖς καὶ σιδηροῖς σκεπάσμασιν,

ὁ δὲ Σουρήνας μέγιστος καὶ κάλλιστος αὐτός, τῇ δὲ κατʼ ἀνδρείαν δόξῃ τὴν θηλύτητα τοῦ κάλλους οὐκ ἐοικώς, ἀλλὰ Μηδικώτερον ἐσκευασμένος ἐντρίμμασι προσώπου καὶ κόμης διακρίσει, τῶν ἄλλων Πάρθων ἔτι Σκυθικῶς ἐπὶ

paris.1624.558
τὸ φοβερὸν τῷ ἀνασίλλῳ[*](τῷ ἀνασίλλῳ the correction of Schaefer (ἀνασίλλῳ Coraë s): τῶν ἀνασίλλων.) κομώντων.

καὶ πρῶτον μὲν διενοοῦντο τοῖς κοντοῖς εἰσελαύνοντες ὠθεῖν καὶ βιάζεσθαι τοὺς προτάκτους· ὡς δʼ ἑώρων τό

p.388
τε βάθος τοῦ συνασπισμοῦ καὶ τῶν ἀνδρῶν τὸ μόνιμον καὶ παρεστηκός, ἀνῆγον ὀπίσω καὶ σκίδνασθαι δοκοῦντες ἅμα καὶ διαλύειν τὴν τάξιν ἐλάνθανον ἐν κύκλῳ περιβάλλοντες τὸ πλινθίον αὐτῶν.

Κράσσου δὲ τοὺς ψιλοὺς ἐκδραμεῖν κελεύσαντος, οὗτοι μὲν οὐ πολὺ προῆλθον, ἀλλὰ πολλοῖς τοξεύμασιν ἐντυχόντες ταχὺ καὶ συμπαρέντες αὖθις ἐνεδύοντο τοῖς ὁπλίταις, καὶ παρεῖχον ἀκοσμίας ἀρχὴν καὶ δέους, ὁρῶσι τὸν τόνον τῶν ὀιστῶν καὶ τὴν ῥώμην ὅπλα τε ῥηγνύντων καὶ διὰ παντὸς φερομένων ὁμοίως ἀντιτύπου καὶ μαλακοῦ στεγάσματος.

οἱ δὲ Πάρθοι διαστάντες ἐκ μήκους ἤρξαντο τοξεύειν ἅμα πανταχόθεν, οὐ τὴν ἀκριβῆ τοξείαν ἡ γὰρ συνέχεια καὶ πυκνότης τῶν Ῥωμαίων οὐδὲ τῷ βουλομένῳ διαμαρτάνειν ἀνδρὸς παρεῖχεν, εὐτόνους δὲ τὰς πληγὰς καὶ βιαίους διδόντες ἀπὸ τόξων κραταιῶν καὶ μεγάλων καὶ τῇ σκολιότητι τῆς καμπῆς ἠναγκασμένον τὸ βέλος ἀποστελλόντων.