Crassus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

οἱ μὲν οὖν πλεῖστοι τῶν ἡγεμόνων ᾤοντο δεῖν ἐνταῦθα καταυλισαμένους καὶ νυκτερεύσαντας καὶ πυθομένους, ἐφʼ ὅσον οἷόν τε, πλῆθος καὶ τάξιν τῶν πολεμίων, ἅμʼ ἡμέρᾳ χωρεῖν ἐπʼ αὐτούς· Κράσσος δὲ τῷ παιδὶ καὶ τοῖς περὶ αὐτὸν ἱππεῦσιν ἐγκελευομένοις ἄγειν καὶ συνάπτειν ἐπαρθείς ἐκέλευσεν ἑστῶτας ἐν τάξει φαγεῖν καὶ πιεῖν τοὺς δεομένους.

καὶ πρὶν ἢ τοῦτο διὰ πάντων γενέσθαι καλῶς, ἦγεν οὐ σχέδην οὐδʼ ὡς ἐπὶ μάχην διαναπαύων, ἀλλʼ ὀξείᾳ καὶ συντόνῳ χρώμενος τῇ πορείᾳ μέχρι οὗ κατώφθησαν οἱ πολέμιοι, παρὰ δόξαν οὔτε πολλοὶ φανέντες οὔτε σοβαροὶ τοῖς Ῥωμαίοις. τὸ μὲν γὰρ πλῆθος ὑπέστειλε τοῖς

p.386
προτάκτοις Σουρήνας, τὴν δὲ λαμπρότητα κατέκρυβε τῶν ὅπλων ἱμάτια καὶ διφθέρας προίσχεσθαι κελεύσας. ὡς δʼ ἐγγὺς ἐγένοντο καὶ σημεῖον ἤρθη παρὰ τοῦ στρατηγοῦ, πρῶτον μὲν ἐπίμπλαντο φθογγῆς βαρείας καὶ βρόμου φρικώδους τὸ πεδίον.

Πάρθοι γὰρ οὐ κέρασιν οὐδὲ σάλπιγξιν ἐποτρύνουσιν ἑαυτοὺς εἰς μάχην, ἀλλὰ ῥόπτρα βυρσοπαγῆ καὶ κοῖλα περιτείναντες ἠχείοις χαλκοῖς ἅμα πολλαχόθεν ἐπιδουποῦσι, τὰ δὲ φθέγγεται βύθιόν τι καὶ δεινόν, ὠρυγῇ θηριώδει καὶ τραχύτητι βροντῆς μεμιγμένον, εὖ πως συνεωρακότες ὅτι τῶν αἰσθητηρίων ἀκοὴ ταρακτικώτατόν ἐστὶ τῆς ψυχῆς καὶ τὰ περὶ ταύτην πάθη τάχιστα κινεῖ καὶ μάλιστα ἐξίστησι τὴν διάνοιαν.

ἐκπεπληγμένων δὲ τῶν Ῥωμαίων διὰ τὸν ἦχον, ἐξαίφνης τὰ προκαλύμματα τῶν ὅπλων καταβαλόντες ὤφθησαν αὐτοί τε φλογοειδεῖς κράνεσι καὶ θώραξι, τοῦ Μαργιανοῦ σιδήρου στίλβοντος ὀξὺ καὶ περιλαμπές, οἵ θʼ ἵπποι καταπεφραγμένοι χαλκοῖς καὶ σιδηροῖς σκεπάσμασιν,

ὁ δὲ Σουρήνας μέγιστος καὶ κάλλιστος αὐτός, τῇ δὲ κατʼ ἀνδρείαν δόξῃ τὴν θηλύτητα τοῦ κάλλους οὐκ ἐοικώς, ἀλλὰ Μηδικώτερον ἐσκευασμένος ἐντρίμμασι προσώπου καὶ κόμης διακρίσει, τῶν ἄλλων Πάρθων ἔτι Σκυθικῶς ἐπὶ

paris.1624.558
τὸ φοβερὸν τῷ ἀνασίλλῳ[*](τῷ ἀνασίλλῳ the correction of Schaefer (ἀνασίλλῳ Coraë s): τῶν ἀνασίλλων.) κομώντων.

καὶ πρῶτον μὲν διενοοῦντο τοῖς κοντοῖς εἰσελαύνοντες ὠθεῖν καὶ βιάζεσθαι τοὺς προτάκτους· ὡς δʼ ἑώρων τό

p.388
τε βάθος τοῦ συνασπισμοῦ καὶ τῶν ἀνδρῶν τὸ μόνιμον καὶ παρεστηκός, ἀνῆγον ὀπίσω καὶ σκίδνασθαι δοκοῦντες ἅμα καὶ διαλύειν τὴν τάξιν ἐλάνθανον ἐν κύκλῳ περιβάλλοντες τὸ πλινθίον αὐτῶν.