Crassus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

λέγεται δὲ τῆς ἡμέρας ἐκείνης τὸν Κράσσον οὐχ ὥσπερ ἔθος ἐστὶ Ῥωμαίων στρατηγοῖς ἐν φοινικίδι προελθεῖν, ἀλλʼ ἐν ἱματίῳ μέλανι, καὶ τοῦτο μὲν εὐθὺς ἀλλάξαι προνήσαντα, τῶν δὲ σημαιῶν ἐνίας μόλις ὥσπερ πεπηγυίας πολλὰ παθόντας ἀνελέσθαι τοὺς φέροντας.

ὧν ὁ Κράσσος καταγελῶν ἐπετάχυνε τὴν πορείαν, προσβιαζόμενος ἀκολουθεῖν τὴν φάλαγγα τοῖς ἱππεῦσι, πρίν γε δὴ τῶν ἐπὶ κατασκοπὴν ἀποσταλέντων ὀλίγοι προσπελάσαντες ἀπήγγειλαν ἀπολωλέναι τοὺς ἄλλους ὑπὸ τῶν πολεμίων, αὐτοὺς δὲ μόλις ἐκφυγεῖν, ἐπιέναι δὲ μαχουμένους πλήθει πολλῷ καὶ θάρσει τοὺς ἄνδρας.

ἅπαντες μὲν οὖν ἐθορυβήθησαν, ὁ δὲ Κράσσος ἐξεπλάγη παντάπασι καὶ διὰ σπουδῆς οὐ πάνυ καθεστηκὼς

p.384
παρέταττε, πρῶτον μέν, ὡς οἱ περὶ Κάσσιον ἠξίουν, ἀραιὰν τὴν φάλαγγα τῶν ὁπλιτῶν ἐπὶ πλεῖστον ἀνάγων τοῦ πεδίου πρὸς τὰς κυκλώσεις, τοὺς δʼ ἱππεῖς διανέμων τοῖς κέρασιν ἔπειτα μετέδοξε, καὶ συναγαγὼν ἀμφίστομον ἐποίησε καὶ βαθὺ πλινθίον ἐν δώδεκα σπείραις προερχομένης τῶνπλευρῶν ἑκάστης.

παρὰ δὲ σπεῖραν ἴλην ἱππέων ἔταξεν, ὡς μηδὲν ἔχοι μέρος ἐνδεὲς ἱππικῆς βοηθείας, ἀλλὰ πανταχόθεν ὁμαλῶς προσφέροιτο πεφραγμένος. τῶν δὲ κεράτων τὸ μὲν Κασσίῳ, τὸ δὲ τῷ νέῳ Κράσσῳ παρέδωκεν, αὐτὸς δʼ εἰς μέσον κατέστη. καὶ προάγοντες οὕτως ἐπὶ ῥεῖθρον ἦλθον ὃ καλεῖται Βάλισσος, οὐ πολὺ μὲν ἄλλως οὐδὲ ἄφθονον, ἀσμένοις δὲ τότε τοῖς στρατιώταις φανὲν ἐν αὐχμῷ καὶ καύματι καὶ παρὰ τὴν ἄλλην ἐπίπονον καὶ ἄνυδρον πορείαν.

οἱ μὲν οὖν πλεῖστοι τῶν ἡγεμόνων ᾤοντο δεῖν ἐνταῦθα καταυλισαμένους καὶ νυκτερεύσαντας καὶ πυθομένους, ἐφʼ ὅσον οἷόν τε, πλῆθος καὶ τάξιν τῶν πολεμίων, ἅμʼ ἡμέρᾳ χωρεῖν ἐπʼ αὐτούς· Κράσσος δὲ τῷ παιδὶ καὶ τοῖς περὶ αὐτὸν ἱππεῦσιν ἐγκελευομένοις ἄγειν καὶ συνάπτειν ἐπαρθείς ἐκέλευσεν ἑστῶτας ἐν τάξει φαγεῖν καὶ πιεῖν τοὺς δεομένους.

καὶ πρὶν ἢ τοῦτο διὰ πάντων γενέσθαι καλῶς, ἦγεν οὐ σχέδην οὐδʼ ὡς ἐπὶ μάχην διαναπαύων, ἀλλʼ ὀξείᾳ καὶ συντόνῳ χρώμενος τῇ πορείᾳ μέχρι οὗ κατώφθησαν οἱ πολέμιοι, παρὰ δόξαν οὔτε πολλοὶ φανέντες οὔτε σοβαροὶ τοῖς Ῥωμαίοις. τὸ μὲν γὰρ πλῆθος ὑπέστειλε τοῖς

p.386
προτάκτοις Σουρήνας, τὴν δὲ λαμπρότητα κατέκρυβε τῶν ὅπλων ἱμάτια καὶ διφθέρας προίσχεσθαι κελεύσας. ὡς δʼ ἐγγὺς ἐγένοντο καὶ σημεῖον ἤρθη παρὰ τοῦ στρατηγοῦ, πρῶτον μὲν ἐπίμπλαντο φθογγῆς βαρείας καὶ βρόμου φρικώδους τὸ πεδίον.

Πάρθοι γὰρ οὐ κέρασιν οὐδὲ σάλπιγξιν ἐποτρύνουσιν ἑαυτοὺς εἰς μάχην, ἀλλὰ ῥόπτρα βυρσοπαγῆ καὶ κοῖλα περιτείναντες ἠχείοις χαλκοῖς ἅμα πολλαχόθεν ἐπιδουποῦσι, τὰ δὲ φθέγγεται βύθιόν τι καὶ δεινόν, ὠρυγῇ θηριώδει καὶ τραχύτητι βροντῆς μεμιγμένον, εὖ πως συνεωρακότες ὅτι τῶν αἰσθητηρίων ἀκοὴ ταρακτικώτατόν ἐστὶ τῆς ψυχῆς καὶ τὰ περὶ ταύτην πάθη τάχιστα κινεῖ καὶ μάλιστα ἐξίστησι τὴν διάνοιαν.