Crassus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἐκ τούτου παρὰ τὸν ποταμόν ἐξήλαυνεν ἑπτὰ μὲν ἔχων ὁπλιτῶν τάγματα καὶ τετρακισχιλίων ὀλίγον ἀποδέοντας ἱππεῖς, ψιλοὺς δὲ τοῖς ἱππεῦσι παραπλησίους, τῶν δὲ προδρόμων τινὲς ἀπὸ σκοπιᾶς ἐπανελθόντες ἤγγελλον ἀνθρώπων μὲν ἔρημον εἶναι τὴν χώραν, ἵππων δʼ ἐντετυχηκέναι πολλῶν ἴχνεσιν οἷον ἐκ μεταβολῆς ὀπίσω διωκομένων, ὅθεν αὐτός τε Κράσσος ἔτι μᾶλλον εὔελπις ἦν, καὶ τοῖς στρατιώταις παντάπασι τῶν Πάρθων παρέστη καταφρονεῖν, ὡς οὐκ ἀφιξομένων εἰς χεῖρας.

ὅμως δʼ οἱ περὶ Κάσσιον αὖθις διελέγοντο τῷ Κράσσῳ, καὶ παρῄνουν μάλιστα μὲν ἐν πόλει τινὶ τῶν φρουρουμένων ἀναλαβεῖν τὴν δύναμιν, ἄχρι οὗ τι πύθηται περὶ τῶν πολεμίων βέβαιον, εἰ δὲ μή, χωρεῖν ἐπὶ Σελευκείας παρὰ τὸν ποταμόν εὐπορίαν γὰρ τὰ σιτηγὰ τῆς ἀγορᾶς παρέξειν ἅμα συγκαταίροντα πρὸς τὸ στρατόπεδον, καὶ φύλακα τοῦ μὴ κυκλωθῆναι τὸν ποταμόν ἔχοντας ἀπʼ ἴσης ἀεὶ πρὸς ἐναντίους μαχεῖσθαι τοὺς πολεμίους.

ταῦτα τοῦ Κράσσου διασκοποῦντος ἔτι καὶ βουλευομένου παραγίνεται φύλαρχος Ἀράβων, Ἀριάμνης ὄνομα, δολερὸς καὶ παλίμβολος ἀνὴρ καὶ πάντων ὅσα συνήνεγκεν εἰς ὄλεθρον ἡ τύχη κακὰ, μέγιστον αὐτοῖς καὶ τελειότατον

p.376
γενόμενος·

τοῦτον δʼ ᾔδεσαν ἔνιοι τῶν Πομπηΐῳ συνεστρατευμένων ἀπολαύσαντά τι τῆς ἐκείνου φιλανθρωπίας καὶ δόξαντα φιλορρώμαιον εἶναι· τότε δʼ ὑφεῖτο τῷ Κράσσῳ μετὰ γνώμης τῶν βασιλέως στρατηγῶν, εἰ δύναιτο παρατρέψας αὐτὸν ἀπωτάτω τοῦ ποταμοῦ καὶ τῶν ὑπωρειῶν εἰς πεδίον ἐκβαλεῖν ἀχανὲς καὶ περιελαυνόμενον. πάντα γὰρ διενοοῦντο μᾶλλον ἢ κατὰ στόμα προσφέρεσθαι Ῥωμαίοις.

ἐλθὼν οὖν πρὸς τὸν Κράσσον ὁ βάρβαρος ἦν δὲ καὶ πιθανὸς εἰπεῖν Πομπήϊον μὲν ὡς εὐεργέτην ἐπῄνει, Κράσσον δὲ, τῆς δυνάμεως μακαρίσας ἐμέμφετο τῆς διατριβῆς μέλλοντα καὶ παρασκευαζόμενον, ὥσπερ ὅπλων αὐτῷ δεῆσον, οὐ χειρῶν οὐδὲ ποδῶν τῶν ταχίστων ἐπʼ ἀνθρώπους οἳ πάλαι ζητοῦσιν ἁρπάσαντες τὰ τιμιώτατα τῶν χρημάτων καὶ σωμάτων εἰς Σκύθας ἢ Ὑρκανοὺς ἀναπτέσθαι.

καίτοι μάχεσθαι μέλλοντας, ἔφη, σπεύδειν ἔδει, πρὶν ἅπασαν ἐν ταὐτῷ γενέσθαι τὴν δύναμιν ἀναθαρσήσαντος βασιλέως· ἐπεὶ νῦν γε Σουρήνας ὑμῖν προβέβληται καὶ Σιλλάκης ἐφʼ αὑτοὺς ἀναδεξάμενοι τὴν δίωξιν, ὁ δʼ οὐδαμῇ φανερός ἐστιν.