Crassus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

τοσούτους δὲ κεκτημένος

p.318
τεχνίτας οὐδὲν ᾠκοδόμησεν αὐτὸς ἢ τὴν ἰδίαν οἰκίαν, ἀλλʼ ἔλεγε τοὺς φιλοικοδόμους αὐτοὺς ὑφʼ ἑαυτῶν καταλύεσθαι χωρὶς ἀνταγωνιστῶν, ὄντων δʼ αὐτῷ παμπόλλων ἀργυρείων, πολυτιμήτου δὲ χώρας καὶ τῶν ἐργαζομένων ἐν αὐτῇ, ὅμως ἄν τις ἡγήσαιτο μηδὲν εἶναι ταῦτα πάντα πρὸς τὴν τῶν οἰκετῶν τιμήν·

τοσούτους ἐκέκτητο καὶ τοιούτους,

paris.1624.544
ἀναγνώστας, ὑπογραφεῖς, ἀργυρογνώμονας, διοικητάς, τραπεζοκόμους, αὐτὸς ἐπιστατῶν μανθάνουσι καὶ προσέχων καὶ διδάσκων καὶ ὅλως νομίζων τῷ δεσπότῃ προσήκειν μάλιστα τὴν περὶ τοὺς οἰκέτας ἐπιμέλειαν ὡς ὄργανα ἔμψυχα τῆς οἰκονομικῆς.

καὶ τοῦτο μὲν ὀρθῶς ὁ Κράσσος, εἴπερ, ὡς ἔλεγεν, ἡγεῖτο τὰ μὲν ἄλλα διὰ τῶν οἰκετῶν χρῆναι, τοὺς δὲ οἰκέτας διʼ αὑτοῦ κυβερνᾶν τὴν γὰρ οἰκονομικήν ἐν ἀψύχοις χρηματιστικὴν οὖσαν, ἐν ἀνθρώποις πολιτικὴν γιγνομένην ὁρῶμεν ἐκεῖνο δὲ οὐκ εὖ, τὸ μηδένα νομίζειν μηδὲ φάσκειν εἶναι πλούσιον, ὃς οὐ δύναται τρέφειν ἀπὸ τῆς οὐσίας στρατόπεδον

(ὁ γὰρ πόλεμος οὐ τεταγμένα σιτεῖται, κατὰ τόν Ἀρχίδαμον, ὥσθʼ ὁ πρὸς πόλεμον πλοῦτος ἀόριστος), καὶ πολὺ τῆς Μαρίου γνώμης ἀπηρτημένως. ἐκεῖνος γὰρ, ἐπεὶ κατʼ ἄνδρα νείμας ἑκάστῳ δέκα καὶ τέσσαρα πλέθρα γῆς ἔγνω πλέον ἐπιζητοῦντας, μηδείς, ἔφη, γένοιτο Ῥωμαίων ὀλίγην ἡγούμενος τὴν τρέφειν ἀρκοῦσαν.

p.320