Crassus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

πρὸς δὲ τούτοις συνέπεσε μετὰ τὴν διάβασιν μετρουμένοις τὰ ἐπιτήδεια τοῖς στρατιώταις πρῶτα πάντων δοθῆναι φακοὺς καὶ ἃλας, ἃ νομίζουσι Ῥωμαῖοι πένθιμα καὶ προτίθενται τοῖς νέκυσιν, αὐτοῦ τε Κράσσου δημηγοροῦντος ἐξέπεσε φωνή δεινῶς συγχέασα τὸν στρατόν. ἔφη γὰρ τὸ ζεῦγμα τοῦ ποταμοῦ διαλύειν ὅπως μηδεὶς αὐτῶν ἐπανέλθῃ. καὶ δέον, ὡς ᾔσθετο τοῦ ῥήματος τὴν ἀτοπίαν, ἀναλαβεῖν καὶ διασαφῆσαι πρὸς τοὺς ἀποδειλιῶντας τὸ εἰρημένον, ἠμέλησεν ὑπὸ αὐθαδείας.

τέλος δὲ τὸν εἰθισμένον καθαρμὸν

p.374
ἐσφαγιάζετο, καὶ τὰ σπλάγχνα τοῦ μάντεως αὐτῷ προσδόντος ἐξέβαλε τῶν χειρῶν ἐφʼ ᾧ καὶ μάλιστα δυσχεραίνοντας ἰδὼν τοὺς παρόντας ἐμειδίασε καὶ τοιοῦτον, ἔφη, τὸ γῆρας· ἀλλὰ τῶν γε ὅπλων οὐδὲν ἂν ἐκφύγοι τὰς χεῖρας.