Crassus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἐν μιᾷ δʼ, ἧς Ἀπολλώνιός ἐτυράννει, στρατιωτῶν ἑκατὸν ἀναιρεθέντων ἐπαγαγὼν τὴν δύναμιν αὐτοῖς καὶ κρατήσας διήρπασε τὰ χρήματα καὶ τοὺς ἀνθρώπους ἀπέδοτο· Ζηνοδοτίαν ἐκάλουν τὴν πόλιν οἱ Ἕλληνες. ἐπὶ ταύτης ἀλούσης δεξάμενος αὐτοκράτωρ ὑπὸ τῆς στρατιᾶς ἀναγορευθῆναι πολλὴν ὦφλεν αἰσχύνην, καὶ ταπεινὸς ἐφάνη καὶ περὶ τὰ μείζονα δύσελπις οὕτω πλεονέκτημα μικρὸν ἠγαπηκώς.

ἐμβαλὼν δὲ φρουρὰς ταῖς προσκεχωρηκυίαις πόλεσιν, ὧν ἀριθμὸς ἧν

p.366
ἑπτακισχίλιοι πεζοί χίλιοι δʼ ἱππεῖς, ἀνεχώρησεν αὐτός ἐν Συρίᾳ διαχειμάσων καὶ δεξόμενος αὐτόθι τὸν υἱόν ἥκοντα παρὰ Καίσαρος ἐκ Γαλατίας αὐτόν τε κεκοσμημένον ἀριστείοις καὶ χιλίους ἱππεῖς ἐπιλέκτους ἄγοντα. τοῦτο πρῶτον ἁμαρτεῖν ἔδοξεν ὁ Κράσσος μετά γε τὴν στρατείαν αὐτήν μέγιστον ἁμάρτημα τῶν γενομένων, ὅτι πρόσω χωρεῖν δέον ἔχεσθαί τε Βαβυλῶνος καὶ Σελευκείας, δυσμενῶν ἀεὶ Πάρθοις πόλεων, χρόνον ἐνέδωκε τοῖς πολεμίοις παρασκευῆς.

ἔπειτα τὰς ἐν Συρίᾳ διατριβὰς ᾐτιῶντο χρηματιστικὰς μᾶλλον οὔσας ἢ στρατηγικάς· οὐ γὰρ ὅπλων ἀριθμὸν ἐξετάζων οὐδὲ γυμνασιῶν ποιούμενος ἁμίλλας, ἀλλὰ προσόδους πόλεων ἐκλογιζόμενος καὶ τὰ χρήματα τῆς ἐν Ἱεραπόλει θεοῦ σταθμοῖς καὶ τρυτάναις μεταχειριζόμενος ἐπὶ πολλὰς ἡμέρας, ἐπιγράφων δὲ καὶ δήμοις καὶ δυνάσταις στρατιωτῶν καταλόγους, εἶτʼ ἀνιεὶς ἀργύριον διδόντας, ἠδόξει καὶ κατεφρονεῖτο τούτοις.

γίνεται δὲ πρῶτον αὐτῷ σημεῖον ἀπὸ τῆς θεοῦ ταύτης, ἣν οἱ μὲν Ἀφροδίτην, οἱ δὲ Ἥραν, οἱ δὲ τὴν ἀρχὰς καὶ σπέρματα πᾶσιν ἐξ ὑγρῶν παρασχοῦσαν αἰτίαν καὶ φύσιν νομίζουσι, καὶ τὴν πάντων εἰς ἀνθρώπους ἀρχὴν ἀγαθῶν καταδείξασαν. ἐξιόντων γὰρ ἐκ τοῦ ἱεροῦ πρῶτος ἐσφάλη κατὰ τὰς πύλας ὁ νεανίας Κράσσος, εἶτʼ ἐπʼ αὐτῷ περιπεσὼν ὁ πρεσβύτερος.

paris.1624.554

ἤδη δὲ τὰς δυνάμεις ἐκ τῶν χειμαδίων συναθροίζοντος αὐτοῦ πρέσβεις ἀφίκοντο παρʼ Ἀρσάκου βραχύν τινα λόγον κομίζοντες, ἔφασαν

p.368
γάρ, εἰ μὲν ὑπὸ Ῥωμαίων ὁ στρατὸς ἀπέσταλται, πόλεμον ἄσπονδον εἶναι καί ἀδιάλλακτον, εἰ δὲ τῆς πατρίδος ἀκούσης, ὡς πυνθάνονται, Κράσσος ἰδίων ἕνεκα κερδῶν ὅπλα Πάρθοις ἐπενήνοχε καί χώραν κατείληφε, μετριάζειν Ἀρσάκην καὶ τὸ μὲν Κράσσου γῆρας οἰκτείρειν, ἀφιέναι δὲ Ῥωμαίοις τοὺς ἄνδρας, οὓς ἔχει φρουρουμένους μᾶλλον ἢ φρουροῦντας·

πρὸς ταῦτα Κράσσου κομπάσαντος ὡς ἐν Σελευκείᾳ δώσει τὰς ἀποκρίσεις, γελάσας ὁ πρεσβύτατος τῶν πρέσβεων Οὐαγίσης καί τῆς χειρὸς ὑπτίας δείξας τὸ μέσον ἐντεῦθεν, εἶπεν, ὦ Κράσσε, φύσονται τρίχες πρότερον ἢ σὺ ὄψει Σελεύκειαν. οὗτοι μὲν οὖν ἀπήλαυνον ὡς βασιλέα Ὑρώδην πολεμητέα φράσοντες, ἐκ δὲ τῶν πόλεων ἃς ἐφρούρουν Ῥωμαῖοι τῆς Μεσοποταμίας, παραβόλως τινὲς διεκπεσόντες ἄξια φροντίδων ἀνήγγελλον,