Crassus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ταῦτα δὲ καί λέγων οὕτω καί φρονῶν ὁ Κάτων μονονοὺ βίᾳ προῆγεν εἰς ἀγορὰν τὸν Δομίτιον, καί συνίσταντο πολλοὶ πρὸς αὐτούς, καί τὸ θαυμάζον οὐκ ὀλίγον ἦν, τί δὴ δευτέρας οὗτοι χρῄζουσιν ὑπατείας; τί δὲ πάλιν μετʼ αλλήλων; τί δʼ οὐ μεθʼ ἑτέρων; πολλοὶ δʼ εἰσὶν ἄνδρες ἡμῖν οὐκ ἀνάξιοι δήπου Κράσσῳ καί Πομπηίῳ συνάρχειν.

ἐκ τούτου δείσαντες οἱ περὶ Πομπήϊον οὐδενὸς ἀπείχοντο τῶν ἀκοσμοτάτων καί βιαιοτάτων, ἀλλὰ πρὸς πᾶσι τοῖς ἄλλοις λόχον ὑφέντες

p.360
τῷ Δομιτίῳ νυκτὸς ἔτι μετὰ τῶν ἄλλων κατερχομένῳ κτείνουσι μὲν τὸν ἀνέχοντα τὸ φῶς πρὸ αὐτοῦ, συντιτρώκουσι δὲ πολλούς, ὧν ἦν καί Κάτων, τρεψάμενοι δὲ καί κατακλείσαντες εἰς τὴν οἰκίαν ἐκείνους ἀνηγορεύθησαν ὕπατοι·

καί μετʼ οὐ πολὺν χρόνον αὖθις ὅπλοις περισχόντες τὸ βῆμα καί τὸν Κάτωνα τῆς ἀγορᾶς ἐκβαλόντες[*](In codex Matritensis Graux found after this word μετὰ τῶν φίλων (together with his friends).) καί τινας ὑποστάντας ἀποκτείναντες, Καίσαρι μὲν ἄλλην ἐπέδοσαν πενταετίαν τῆς ἀρχῆς, αὑτοῖς δὲ τῶν ἐπαρχιῶν ἐψηφίσαντο Συρίαν καὶ Ἰβηρίας συναμφοτέρας. κληρουμένων δὲ Συρίαν ἔλαχε Κράσσος, τὰ δʼ Ἰβηρικὰ Πομπήιος.

ἦν δὲ οὐκ ἀκούσιος ὁ κλῆρος ἅπασιν. οἵ τε γὰρ πολλοὶ Πομπήϊον μὴ μακρὰν εἶναι τῆς πόλεως ἐβούλοντο, καὶ Πομπήϊος ἐρῶν τῆς γυναικὸς αὐτόθι τὰ πολλὰ διατρίβειν ἔμελλε, Κράσσος δὲ ὑπὸ χαρᾶς εὐθὺς ἐκπεσόντι τῷ κλήρῳ καταφανὴς ἦν οὐδὲν εὐτύχημα λαμπρότερον ἑαυτῷ γεγονέναι τοῦ παρόντος ἡγούμενος, ὡς μόλις ἐν ἀλλοτρίοις καὶ πολλοῖς ἡσυχίαν ἄγειν, πρὸς δὲ τοὺς συνήθεις πολλὰ κενὰ καὶ μειρακιώδη λέγειν παρʼ ἡλικίαν τὴν ἑαυτοῦ καὶ φύσιν, ἥκιστα κομπαστὴς ἢ σοβαρὸς τῷ βίῳ γεγονώς.