Crassus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

Καίσαρος γὰρ εἰς Λοῦκαν πόλιν ἐκ Γαλατίας καταβάντος ἄλλοι τε πολλοὶ Ῥωμαίων ἀφίκοντο, καὶ Πομπήιος καὶ Κράσσος ἰδίᾳ συγγενόμενοι πρὸς αὐτὸν ἔγνωσαν ἐγκρατέστερον ἔχεσθαι τῶν πραγμάτων καὶ πᾶσαν ὑφʼ ἑαυτοῖς ποιεῖσθαι τήν ἡγεμονίαν, Καίσαρος μὲν ἐν τοῖς ὅπλοις μένοντος, ἄλλας δὲ ἐπαρχίας καὶ στρατεύματα Πομπηίου καὶ Κράσσου λαβόντων.

ἐνταῦθα δʼ ὁδὸς ἦν μία δευτέρας ὑπατείας αἴτησις ἣν μετιόντων ἐκείνων ἔδει συμπράττειν Καίσαρα, τοῖς τε φίλοις γράφοντα καὶ τῶν στρατιωτῶν πέμποντα πολλοὺς ἀρχαιρεσιάσοντας.

ἐπὶ τούτοις οἱ περὶ Κράσσον εἰς Ῥώμην ἐπανελθόντες εὐθὺς ἦσαν ὕποπτοι, καί πολὺς ἐχώρει διὰ πάντων λόγος οὐκ ἐπʼ ἀγαθῷ

p.358
γεγονέναι τὴν σύνοδον αὐτῶν, ἐν δὲ τῇ βουλῇ Μαρκελλίνου καί Δομιτίου Πομπήιον ἐρωτώντων εἰ μέτεισιν ὑπατείαν, ἀπεκρίνατο τυχὸν μὲν
paris.1624.552
μετιέναι, τυχὸν δὲ μὴ μετιέναι· καί πάλιν ἐρωτώμενος ἔφη μετιέναι τοῖς δικαίοις πολίταις, μὴ μετιέναι δὲ τοῖς ἀδίκοις.

τούτου δὲ δόξαντος ὑπερηφάνους ἀποκρίσεις καί τετυφωμένας ποιεῖσθαι μετριώτερον ὁ Κράσσος εἶπεν, εἰ τῇ πόλει συμφέρει, μετιέναι τὴν ἀρχήν, εἰ δὲ μή, ποιεῖσθαι. διὸ καί τινες ἐθάρρησαν ὑπατείαν μετελθεῖν, ὧν ἦν καί Δομίτιος. γενομένων δὲ φανερῶν ἐκείνων ἐν ταῖς παραγγελίαις οἱ μὲν ἄλλοι δείσαντες ἀπέστησαν, Δομίτιον δὲ Κάτων οἰκεῖον ὄντα καί φίλον ἐθάρρυνεν ἐγκελευόμενος καί παρορμῶν ἔχεσθαι τῆς ἐλπίδος ὡς ὑπερμαχοῦντα τῆς κοινῆς ἐλευθερίας· οὐ γὰρ ὑπατείας Πομπήιον δεῖσθαι καί Κράσσον, ἀλλὰ τυραννίδος, οὐδʼ ἀρχῆς αἴτησιν, ἀλλʼ ἁρπαγὴν ἐπαρχιῶν καί στρατοπέδων εἶναι τὰ πραττόμενα.

ταῦτα δὲ καί λέγων οὕτω καί φρονῶν ὁ Κάτων μονονοὺ βίᾳ προῆγεν εἰς ἀγορὰν τὸν Δομίτιον, καί συνίσταντο πολλοὶ πρὸς αὐτούς, καί τὸ θαυμάζον οὐκ ὀλίγον ἦν, τί δὴ δευτέρας οὗτοι χρῄζουσιν ὑπατείας; τί δὲ πάλιν μετʼ αλλήλων; τί δʼ οὐ μεθʼ ἑτέρων; πολλοὶ δʼ εἰσὶν ἄνδρες ἡμῖν οὐκ ἀνάξιοι δήπου Κράσσῳ καί Πομπηίῳ συνάρχειν.

ἐκ τούτου δείσαντες οἱ περὶ Πομπήϊον οὐδενὸς ἀπείχοντο τῶν ἀκοσμοτάτων καί βιαιοτάτων, ἀλλὰ πρὸς πᾶσι τοῖς ἄλλοις λόχον ὑφέντες

p.360
τῷ Δομιτίῳ νυκτὸς ἔτι μετὰ τῶν ἄλλων κατερχομένῳ κτείνουσι μὲν τὸν ἀνέχοντα τὸ φῶς πρὸ αὐτοῦ, συντιτρώκουσι δὲ πολλούς, ὧν ἦν καί Κάτων, τρεψάμενοι δὲ καί κατακλείσαντες εἰς τὴν οἰκίαν ἐκείνους ἀνηγορεύθησαν ὕπατοι·